Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὥρῃ ἐν εἰαρινῇ , ὅτε τ᾽ ἤματα μακρὰ πέλονται.
οἱ δ᾽ ὥς τ᾽ αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι,
ἐξ ὀρέων ἐλθόντες ἐπ᾽ ὀρνίθεσσι θόρωσι:
ταὶ μέν τ᾽ ἐν πεδίῳ νέφεα πτώσσουσαι ἵενται,
305
οἱ δέ τε τὰς ὀλέκουσιν ἐπάλμενοι , οὐδέ τις ἀλκὴ
γίγνεται οὐδὲ φυγή : χαίρουσι δέ τ᾽ ἀνέρες ἄγρῃ:
ὣς ἄρα τοὶ μνηστῆρας ἐπεσσύμενοι κατὰ δῶμα
τύπτον ἐπιστροφάδην : τῶν δὲ στόνος ὤρνυτ᾽ ἀεικὴς
κράτων τυπτομένων , δάπεδον δ᾽ ἅπαν αἵματι θῦε.
310
λειώδης δ᾽ Ὀδυσῆος ἐπεσσύμενος λάβε γούνων,
καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα:
γουνοῦμαί σ᾽ , Ὀδυσεῦ : σὺ δέ μ᾽ αἴδεο καί μ᾽ ἐλέησον:
οὐ γάρ πώ τινά φημι γυναικῶν ἐν μεγάροισιν
εἰπεῖν οὐδέ τι ῥέξαι ἀτάσθαλον : ἀλλὰ καὶ ἄλλους
315
παύεσκον μνηστῆρας , ὅτις τοιαῦτά γε ῥέζοι.
ἀλλά μοι οὐ πείθοντο κακῶν ἄπο χεῖρας ἔχεσθαι:
τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον.
αὐτὰρ ἐγὼ μετὰ τοῖσι θυοσκόος οὐδὲν ἐοργὼς
κείσομαι , ὡς οὐκ ἔστι χάρις μετόπισθ᾽ εὐεργέων:”
320
τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς:
εἰ μὲν δὴ μετὰ τοῖσι θυοσκόος εὔχεαι εἶναι,
πολλάκι που μέλλεις ἀρήμεναι ἐν μεγάροισι
τηλοῦ ἐμοὶ νόστοιο τέλος γλυκεροῖο γενέσθαι,
σοὶ δ᾽ ἄλοχόν τε φίλην σπέσθαι καὶ τέκνα τεκέσθαι:
325
τῷ οὐκ ἂν θάνατόν γε δυσηλεγέα προφύγοισθα.”
ὣς ἄρα φωνήσας ξίφος εἵλετο χειρὶ παχείῃ
κείμενον , ῥ᾽ Ἀγέλαος ἀποπροέηκε χαμᾶζε
κτεινόμενος : τῷ τόν γε κατ᾽ αὐχένα μέσσον ἔλασσε.
φθεγγομένου δ᾽ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.
330
Τερπιάδης δ᾽ ἔτ᾽ ἀοιδὸς ἀλύσκανε κῆρα μέλαιναν,