Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Φήμιος , ὅς ῥ᾽ ἤειδε μετὰ μνηστῆρσιν ἀνάγκῃ.
ἔστη δ᾽ ἐν χείρεσσίν ἔχων φόρμιγγα λίγειαν
ἄγχι παρ᾽ ὀρσοθύρην : δίχα δὲ φρεσὶ μερμήριζεν,
ἐκδὺς μεγάροιο Διὸς μεγάλου ποτὶ βωμὸν
335
ἑρκείου ἵζοιτο τετυγμένον , ἔνθ᾽ ἄρα πολλὰ
Λαέρτης Ὀδυσεύς τε βοῶν ἐπὶ μηρί᾽ ἔκηαν,
γούνων λίσσοιτο προσαΐξας Ὀδυσῆα.
ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
γούνων ἅψασθαι Λαερτιάδεω Ὀδυσῆος.
340
τοι φόρμιγγα γλαφυρὴν κατέθηκε χαμᾶζε
μεσσηγὺς κρητῆρος ἰδὲ θρόνου ἀργυροήλου,
αὐτὸς δ᾽ αὖτ᾽ Ὀδυσῆα προσαΐξας λάβε γούνων,
καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα:
γουνοῦμαί σ᾽ , Ὀδυσεῦ : σὺ δέ μ᾽ αἴδεο καί μ᾽ ἐλέησον:
345
αὐτῷ τοι μετόπισθ᾽ ἄχος ἔσσεται , εἴ κεν ἀοιδὸν
πέφνῃς , ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀείδω.
αὐτοδίδακτος δ᾽ εἰμί , θεὸς δέ μοι ἐν φρεσὶν οἴμας
παντοίας ἐνέφυσεν : ἔοικα δέ τοι παραείδειν
ὥς τε θεῷ : τῷ με λιλαίεο δειροτομῆσαι.
350
καί κεν Τηλέμαχος τάδε γ᾽ εἴποι , σὸς φίλος υἱός,
ὡς ἐγὼ οὔ τι ἑκὼν ἐς σὸν δόμον οὐδὲ χατίζων
πωλεύμην μνηστῆρσιν ἀεισόμενος μετὰ δαῖτας,
ἀλλὰ πολὺ πλέονες καὶ κρείσσονες ἦγον ἀνάγκῃ.”
ὣς φάτο , τοῦ δ᾽ ἤκουσ᾽ ἱερὴ ἲς Τηλεμάχοιο,
355
αἶψα δ᾽ ἑὸν πατέρα προσεφώνεεν ἐγγὺς ἐόντα:
ἴσχεο μηδέ τι τοῦτον ἀναίτιον οὔταε χαλκῷ:
καὶ κήρυκα Μέδοντα σαώσομεν , ὅς τέ μευ αἰεὶ
οἴκῳ ἐν ἡμετέρῳ κηδέσκετο παιδὸς ἐόντος,
εἰ δὴ μή μιν ἔπεφνε Φιλοίτιος ἠὲ συβώτης,
360
ἠὲ σοὶ ἀντεβόλησεν ὀρινομένῳ κατὰ δῶμα.”