Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὣς φάτο , τοῦ δ᾽ ἤκουσε Μέδων πεπνυμένα εἰδώς:
πεπτηὼς γὰρ ἔκειτο ὑπὸ θρόνον , ἀμφὶ δὲ δέρμα
ἕστο βοὸς νεόδαρτον , ἀλύσκων κῆρα μέλαιναν.
αἶψα δ᾽ ἀπὸ θρόνου ὦρτο , θοῶς δ᾽ ἀπέδυνε βοείην
365
Τηλέμαχον δ᾽ ἄρ᾽ ἔπειτα προσαΐξας λάβε γούνων,
καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα:
φίλ᾽ , ἐγὼ μὲν ὅδ᾽ εἰμί , σὺ δ᾽ ἴσχεο εἰπὲ δὲ πατρὶ
μή με περισθενέων δηλήσεται ὀξέϊ χαλκῷ,
ἀνδρῶν μνηστήρων κεχολωμένος , οἵ οἱ ἔκειρον
370
κτήματ᾽ ἐνὶ μεγάροις , σὲ δὲ νήπιοι οὐδὲν ἔτιον.”
τὸν δ᾽ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς:
θάρσει , ἐπεὶ δή σ᾽ οὗτος ἐρύσσατο καὶ ἐσάωσεν,
ὄφρα γνῷς κατὰ θυμόν , ἀτὰρ εἴπῃσθα καὶ ἄλλῳ,
ὡς κακοεργίης εὐεργεσίη μέγ᾽ ἀμείνων.
375
ἀλλ᾽ ἐξελθόντες μεγάρων ἕζεσθε θύραζε
ἐκ φόνου εἰς αὐλήν , σύ τε καὶ πολύφημος ἀοιδός,
ὄφρ᾽ ἂν ἐγὼ κατὰ δῶμα πονήσομαι ὅττεό με χρή.”
ὣς φάτο , τὼ δ᾽ ἔξω βήτην μεγάροιο κιόντε,
ἑζέσθην δ᾽ ἄρα τώ γε Διὸς μεγάλου ποτὶ βωμόν,
380
πάντοσε παπταίνοντε , φόνον ποτιδεγμένω αἰεί.
πάπτηνεν δ᾽ Ὀδυσεὺς καθ᾽ ἑὸν δόμον , εἴ τις ἔτ᾽ ἀνδρῶν
ζωὸς ὑποκλοπέοιτο , ἀλύσκων κῆρα μέλαιναν.
τοὺς δὲ ἴδεν μάλα πάντας ἐν αἵματι καὶ κονίῃσι
πεπτεῶτας πολλούς , ὥστ᾽ ἰχθύας , οὕς θ᾽ ἁλιῆες
385
κοῖλον ἐς αἰγιαλὸν πολιῆς ἔκτοσθε θαλάσσης
δικτύῳ ἐξέρυσαν πολυωπῷ : οἱ δέ τε πάντες
κύμαθ᾽ ἁλὸς ποθέοντες ἐπὶ ψαμάθοισι κέχυνται:
τῶν μέν τ᾽ Ἠέλιος φαέθων ἐξείλετο θυμόν:
ὣς τότ᾽ ἄρα μνηστῆρες ἐπ᾽ ἀλλήλοισι κέχυντο.
390
δὴ τότε Τηλέμαχον προσέφη πολύμητις Ὀδυσσεύς: