Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Τηλέμαχ᾽ , εἰ δ᾽ ἄγε μοι κάλεσον τροφὸν Εὐρύκλειαν,
ὄφρα ἔπος εἴπωμι τό μοι καταθύμιόν ἐστιν.”
ὣς φάτο , Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,
κινήσας δὲ θύρην προσέφη τροφὸν Εὐρύκλειαν:
395
δεῦρο δὴ ὄρσο , γρηῢ παλαιγενές , τε γυναικῶν
δμῳάων σκοπός ἐσσι κατὰ μέγαρ᾽ ἡμετεράων:
ἔρχεο : κικλήσκει σε πατὴρ ἐμός , ὄφρα τι εἴπῃ.”
ὣς ἄρ᾽ ἐφώνησεν , τῇ δ᾽ ἄπτερος ἔπλετο μῦθος,
ὤϊξεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων,
400
βῆ δ᾽ ἴμεν : αὐτὰρ Τηλέμαχος πρόσθ᾽ ἡγεμόνευεν.
εὗρεν ἔπειτ᾽ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν,
αἵματι καὶ λύθρῳ πεπαλαγμένον ὥστε λέοντα,
ὅς ῥά τε βεβρωκὼς βοὸς ἔρχεται ἀγραύλοιο:
πᾶν δ᾽ ἄρα οἱ στῆθός τε παρήϊά τ᾽ ἀμφοτέρωθεν
405
αἱματόεντα πέλει , δεινὸς δ᾽ εἰς ὦπα ἰδέσθαι:
ὣς Ὀδυσεὺς πεπάλακτο πόδας καὶ χεῖρας ὕπερθεν.
δ᾽ ὡς οὖν νέκυάς τε καὶ ἄσπετον εἴσιδεν αἷμα,
ἴθυσέν ῥ᾽ ὀλολύξαι , ἐπεὶ μέγα εἴσιδεν ἔργον:
ἀλλ᾽ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένην περ,
410
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
ἐν θυμῷ , γρηῦ , χαῖρε καὶ ἴσχεο μηδ᾽ ὀλόλυζε:
οὐχ ὁσίη κταμένοισιν ἐπ᾽ ἀνδράσιν εὐχετάασθαι.
τούσδε δὲ μοῖρ᾽ ἐδάμασσε θεῶν καὶ σχέτλια ἔργα:
οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων,
415
οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν , ὅτις σφέας εἰσαφίκοιτο:
τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον.
ἀλλ᾽ ἄγε μοι σὺ γυναῖκας ἐνὶ μεγάροις κατάλεξον,
αἵ τέ μ᾽ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν.”
τὸν δ᾽ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια:
420
τοιγὰρ ἐγώ τοι , τέκνον , ἀληθείην καταλέξω.