Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
πεντήκοντά τοί εἰσιν ἐνὶ μεγάροισι γυναῖκες
δμῳαί , τὰς μέν τ᾽ ἔργα διδάξαμεν ἐργάζεσθαι,
εἴριά τε ξαίνειν καὶ δουλοσύνην ἀνέχεσθαι:
τάων δώδεκα πᾶσαι ἀναιδείης ἐπέβησαν,
425
οὔτ᾽ ἐμὲ τίουσαι οὔτ᾽ αὐτὴν Πηνελόπειαν.
Τηλέμαχος δὲ νέον μὲν ἀέξετο , οὐδέ μήτηρ
σημαίνειν εἴασκεν ἐπὶ δμῳῇσι γυναιξίν.
ἀλλ᾽ ἄγ᾽ ἐγὼν ἀναβᾶσ᾽ ὑπερώϊα σιγαλόεντα
εἴπω σῇ ἀλόχῳ , τῇ τις θεὸς ὕπνον ἐπῶρσε.”
430
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
μή πω τήνδ᾽ ἐπέγειρε : σὺ δ᾽ ἐνθάδε εἰπὲ γυναιξὶν
ἐλθέμεν , αἵ περ πρόσθεν ἀεικέα μηχανόωντο.”
ὣς ἄρ᾽ ἔφη , γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.
435
αὐτὰρ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
εἰς καλεσσάμενος ἔπεα πτερόεντα προσηύδα:
ἄρχετε νῦν νέκυας φορέειν καὶ ἄνωχθε γυναῖκας:
αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας
ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι καθαίρειν.
440
αὐτὰρ ἐπὴν δὴ πάντα δόμον κατακοσμήσησθε,
δμῳὰς ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο,
μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς,
θεινέμεναι ξίφεσιν τανυήκεσιν , εἰς κε πασέων
ψυχὰς ἐξαφέλησθε καὶ ἐκλελάθωντ᾽ Ἀφροδίτης,
445
τὴν ἄρ᾽ ὑπὸ μνηστῆρσιν ἔχον μίσγοντό τε λάθρη.”
ὣς ἔφαθ᾽ , αἱ δὲ γυναῖκες ἀολλέες ἦλθον ἅπασαι,
αἴν᾽ ὀλοφυρόμεναι , θαλερὸν κατὰ δάκρυ χέουσαι.
πρῶτα μὲν οὖν νέκυας φόρεον κατατεθνηῶτας,
κὰδ δ᾽ ἄρ᾽ ὑπ᾽ αἰθούσῃ τίθεσαν εὐερκέος αὐλῆς,
450
ἀλλήλοισιν ἐρείδουσαι : σήμαινε δ᾽ Ὀδυσσεὺς