Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
αὐτὸς ἐπισπέρχων : ταὶ δ᾽ ἐκφόρεον καὶ ἀνάγκῃ.
αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας
ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι κάθαιρον.
αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτῃς
455
λίστροισιν δάπεδον πύκα ποιητοῖο δόμοιο
ξῦον : ταὶ δ᾽ ἐφόρεον δμῳαί , τίθεσαν δὲ θύραζε.
αὐτὰρ ἐπειδὴ πᾶν μέγαρον διεκοσμήσαντο,
δμῳὰς δ᾽ ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο,
μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς,
460
εἴλεον ἐν στείνει , ὅθεν οὔ πως ἦεν ἀλύξαι.
τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἦρχ᾽ ἀγορεύειν:
μὴ μὲν δὴ καθαρῷ θανάτῳ ἀπὸ θυμὸν ἑλοίμην
τάων , αἳ δὴ ἐμῇ κεφαλῇ κατ᾽ ὀνείδεα χεῦαν
μητέρι θ᾽ ἡμετέρῃ παρά τε μνηστῆρσιν ἴαυον.”
465
ὣς ἄρ᾽ ἔφη , καὶ πεῖσμα νεὸς κυανοπρῴροιο
κίονος ἐξάψας μεγάλης περίβαλλε θόλοιο,
ὑψόσ᾽ ἐπεντανύσας , μή τις ποσὶν οὖδας ἵκοιτο.
ὡς δ᾽ ὅτ᾽ ἂν κίχλαι τανυσίπτεροι ἠὲ πέλειαι
ἕρκει ἐνιπλήξωσι , τό θ᾽ ἑστήκῃ ἐνὶ θάμνῳ,
470
αὖλιν ἐσιέμεναι , στυγερὸς δ᾽ ὑπεδέξατο κοῖτος,
ὣς αἵ γ᾽ ἑξείης κεφαλὰς ἔχον , ἀμφὶ δὲ πάσαις
δειρῇσι βρόχοι ἦσαν , ὅπως οἴκτιστα θάνοιεν.
ἤσπαιρον δὲ πόδεσσι μίνυνθά περ οὔ τι μάλα δήν.
ἐκ δὲ Μελάνθιον ἦγον ἀνὰ πρόθυρόν τε καὶ αὐλήν:
475
τοῦ δ᾽ ἀπὸ μὲν ῥῖνάς τε καὶ οὔατα νηλέϊ χαλκῷ
τάμνον , μήδεά τ᾽ ἐξέρυσαν , κυσὶν ὠμὰ δάσασθαι,
χεῖράς τ᾽ ἠδὲ πόδας κόπτον κεκοτηότι θυμῷ.
οἱ μὲν ἔπειτ᾽ ἀπονιψάμενοι χεῖράς τε πόδας τε
εἰς Ὀδυσῆα δόμονδε κίον , τετέλεστο δὲ ἔργον:
480
αὐτὰρ γε προσέειπε φίλην τροφὸν Εὐρύκλειαν: