Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
οἶσε θέειον , γρηΰ , κακῶν ἄκος , οἶσε δέ μοι πῦρ,
ὄφρα θεειώσω μέγαρον : σὺ δὲ Πηνελόπειαν
ἐλθεῖν ἐνθάδ᾽ ἄνωχθι σὺν ἀμφιπόλοισι γυναιξί:
πάσας δ᾽ ὄτρυνον δμῳὰς κατὰ δῶμα νέεσθαι.”
485
τὸν δ᾽ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια:
ναὶ δὴ ταῦτά γε , τέκνον ἐμόν , κατὰ μοῖραν ἔειπες.
ἀλλ᾽ ἄγε τοι χλαῖνάν τε χιτῶνά τε εἵματ᾽ ἐνείκω,
μηδ᾽ οὕτω ῥάκεσιν πεπυκασμένος εὐρέας ὤμους
ἕσταθ᾽ ἐνὶ μεγάροισι : νεμεσσητὸν δέ κεν εἴη.”
490
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
πῦρ νῦν μοι πρώτιστον ἐνὶ μεγάροισι γενέσθω.”
ὣς ἔφατ᾽ , οὐδ᾽ ἀπίθησε φίλη τροφὸς Εὐρύκλεια,
ἤνεικεν δ᾽ ἄρα πῦρ καὶ θήϊον : αὐτὰρ Ὀδυσσεὺς
εὖ διεθείωσεν μέγαρον καὶ δῶμα καὶ αὐλήν.
495
γρηῢς δ᾽ αὖτ᾽ ἀπέβη διὰ δώματα κάλ᾽ Ὀδυσῆος
ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι:
αἱ δ᾽ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι.
αἱ μὲν ἄρ᾽ ἀμφεχέοντο καὶ ἠσπάζοντ᾽ Ὀδυσῆα,
καὶ κύνεον ἀγαπαξόμεναι κεφαλήν τε καὶ ὤμους
500
χεῖράς τ᾽ αἰνύμεναι : τὸν δὲ γλυκὺς ἵμερος ᾕρει
κλαυθμοῦ καὶ στοναχῆς , γίγνωσκε δ᾽ ἄρα φρεσὶ πάσας.