Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Εὐρύμαχ᾽ , οὐδ᾽ εἴ μοι πατρώϊα πάντ᾽ ἀποδοῖτε,
ὅσσα τε νῦν ὔμμ᾽ ἐστὶ καὶ εἴ ποθεν ἄλλ᾽ ἐπιθεῖτε,
οὐδέ κεν ὣς ἔτι χεῖρας ἐμὰς λήξαιμι φόνοιο
πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι.
65
νῦν ὑμῖν παράκειται ἐναντίον ἠὲ μάχεσθαι
φεύγειν , ὅς κεν θάνατον καὶ κῆρας ἀλύξῃ:
ἀλλά τιν᾽ οὐ φεύξεσθαι ὀΐομαι αἰπὺν ὄλεθρον.”
ὣς φάτο , τῶν δ᾽ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ.
τοῖσιν δ᾽ Εὐρύμαχος προσεφώνεε δεύτερον αὖτις:
70
φίλοι , οὐ γὰρ σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους,
ἀλλ᾽ ἐπεὶ ἔλλαβε τόξον ἐΰξοον ἠδὲ φαρέτρην,
οὐδοῦ ἄπο ξεστοῦ τοξάσσεται , εἰς κε πάντας
ἄμμε κατακτείνῃ : ἀλλὰ μνησώμεθα χάρμης.
φάσγανά τε σπάσσασθε καὶ ἀντίσχεσθε τραπέζας
75
ἰῶν ὠκυμόρων : ἐπὶ δ᾽ αὐτῷ πάντες ἔχωμεν
ἀθρόοι , εἴ κέ μιν οὐδοῦ ἀπώσομεν ἠδὲ θυράων,
ἔλθωμεν δ᾽ ἀνὰ ἄστυ , βοὴ δ᾽ ὤκιστα γένοιτο:
τῷ κε τάχ᾽ οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο.”
ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξὺ
80
χάλκεον , ἀμφοτέρωθεν ἀκαχμένον , ἆλτο δ᾽ ἐπ᾽ αὐτῷ
σμερδαλέα ἰάχων : δ᾽ ἁμαρτῆ δῖος Ὀδυσσεὺς
ἰὸν ἀποπροίει , βάλε δὲ στῆθος παρὰ μαζόν,
ἐν δέ οἱ ἥπατι πῆξε θοὸν βέλος : ἐκ δ᾽ ἄρα χειρὸς
φάσγανον ἧκε χαμᾶζε , περιρρηδὴς δὲ τραπέζῃ
85
κάππεσεν ἰδνωθείς , ἀπὸ δ᾽ εἴδατα χεῦεν ἔραζε
καὶ δέπας ἀμφικύπελλον : δὲ χθόνα τύπτε μετώπῳ
θυμῷ ἀνιάζων , ποσὶ δὲ θρόνον ἀμφοτέροισι
λακτίζων ἐτίνασσε : κατ᾽ ὀφθαλμῶν δ᾽ ἔχυτ᾽ ἀχλύς.
Ἀμφίνομος δ᾽ Ὀδυσῆος ἐείσατο κυδαλίμοιο
90
ἀντίος ἀΐξας , εἴρυτο δὲ φάσγανον ὀξύ,