Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
εἴ πώς οἱ εἴξειε θυράων . ἀλλ᾽ ἄρα μιν φθῆ
Τηλέμαχος κατόπισθε βαλὼν χαλκήρεϊ δουρὶ
ὤμων μεσσηγύς , διὰ δὲ στήθεσφιν ἔλασσεν:
δούπησεν δὲ πεσών , χθόνα δ᾽ ἤλασε παντὶ μετώπῳ.
95
Τηλέμαχος δ᾽ ἀπόρουσε , λιπὼν δολιχόσκιον ἔγχος
αὐτοῦ ἐν Ἀμφινόμῳ : περὶ γὰρ δίε μή τις Ἀχαιῶν
ἔγχος ἀνελκόμενον δολιχόσκιον ἐλάσειε
φασγάνῳ ἀΐξας ἠὲ προπρηνέα τύψας.
βῆ δὲ θέειν , μάλα δ᾽ ὦκα φίλον πατέρ᾽ εἰσαφίκανεν,
100
ἀγχοῦ δ᾽ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα:
πάτερ , ἤδη τοι σάκος οἴσω καὶ δύο δοῦρε
καὶ κυνέην πάγχαλκον , ἐπὶ κροτάφοις ἀραρυῖαν
αὐτός τ᾽ ἀμφιβαλεῦμαι ἰών , δώσω δὲ συβώτῃ
καὶ τῷ βουκόλῳ ἄλλα : τετευχῆσθαι γὰρ ἄμεινον.”
105
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
οἶσε θέων , ἧός μοι ἀμύνεσθαι πάρ᾽ ὀϊστοί,
μή μ᾽ ἀποκινήσωσι θυράων μοῦνον ἐόντα.”
ὣς φάτο , Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,
βῆ δ᾽ ἴμεναι θάλαμόνδ᾽ , ὅθι οἱ κλυτὰ τεύχεα κεῖτο.
110
ἔνθεν τέσσαρα μὲν σάκε᾽ ἔξελε , δούρατα δ᾽ ὀκτὼ
καὶ πίσυρας κυνέας χαλκήρεας ἱπποδασείας:
βῆ δὲ φέρων , μάλα δ᾽ ὦκα φίλον πατέρ᾽ εἰσαφίκανεν,
αὐτὸς δὲ πρώτιστα περὶ χροῒ δύσετο χαλκόν:
ὣς δ᾽ αὔτως τὼ δμῶε δυέσθην τεύχεα καλά,
115
ἔσταν δ᾽ ἀμφ᾽ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην.
αὐτὰρ γ᾽ , ὄφρα μὲν αὐτῷ ἀμύνεσθαι ἔσαν ἰοί.
τόφρα μνηστήρων ἕνα γ᾽ αἰεὶ ἐνὶ οἴκῳ
βάλλε τιτυσκόμενος : τοὶ δ᾽ ἀγχιστῖνοι ἔπιπτον.
αὐτὰρ ἐπεὶ λίπον ἰοὶ ὀϊστεύοντα ἄνακτα,
120
τόξον μὲν πρὸς σταθμὸν ἐϋσταθέος μεγάροιο