Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
23
γρηῢς δ᾽ εἰς ὑπερῷ᾽ ἀνεβήσετο καγχαλόωσα,
δεσποίνῃ ἐρέουσα φίλον πόσιν ἔνδον ἐόντα:
γούνατα δ᾽ ἐρρώσαντο , πόδες δ᾽ ὑπερικταίνοντο.
στῆ δ᾽ ἄρ᾽ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν:
5
ἔγρεο , Πηνελόπεια , φίλον τέκος , ὄφρα ἴδηαι
ὀφθαλμοῖσι τεοῖσι τά τ᾽ ἔλδεαι ἤματα πάντα.
ἦλθ᾽ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται , ὀψέ περ ἐλθών.
μνηστῆρας δ᾽ ἔκτεινεν ἀγήνορας , οἵ θ᾽ ἑὸν οἶκον
κήδεσκον καὶ κτήματ᾽ ἔδον βιόωντό τε παῖδα.”
10
τὴν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια:
μαῖα φίλη , μάργην σε θεοὶ θέσαν , οἵ τε δύνανται
ἄφρονα ποιῆσαι καὶ ἐπίφρονά περ μάλ᾽ ἐόντα,
καί τε χαλιφρονέοντα σαοφροσύνης ἐπέβησαν:
οἵ σέ περ ἔβλαψαν : πρὶν δὲ φρένας αἰσίμη ἦσθα.
15
τίπτε με λωβεύεις πολυπενθέα θυμὸν ἔχουσαν
ταῦτα παρὲξ ἐρέουσα καὶ ἐξ ὕπνου μ᾽ ἀνεγείρεις
ἡδέος , ὅς μ᾽ ἐπέδησε φίλα βλέφαρ᾽ ἀμφικαλύψας;
οὐ γάρ πω τοιόνδε κατέδραθον , ἐξ οὗ Ὀδυσσεὺς
ᾤχετ᾽ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.
20
ἀλλ᾽ ἄγε νῦν κατάβηθι καὶ ἂψ ἔρχευ μέγαρόνδε.
εἰ γάρ τίς μ᾽ ἄλλη γε γυναικῶν , αἵ μοι ἔασι,
ταῦτ᾽ ἐλθοῦσ᾽ ἤγγειλε καὶ ἐξ ὕπνου ἀνέγειρεν,
τῷ κε τάχα στυγερῶς μιν ἐγὼν ἀπέπεμψα νέεσθαι
αὖτις ἔσω μέγαρον : σὲ δὲ τοῦτό γε γῆρας ὀνήσει.”
25
τὴν δ᾽ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια:
οὔ τί σε λωβεύω , τέκνον φίλον , ἀλλ᾽ ἔτυμόν τοι
ἦλθ᾽ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται , ὡς ἀγορεύω,
ξεῖνος , τὸν πάντες ἀτίμων ἐν μεγάροισι.
Τηλέμαχος δ᾽ ἄρα μιν πάλαι ᾔδεεν ἔνδον ἐόντα,
30
ἀλλὰ σαοφροσύνῃσι νοήματα πατρὸς ἔκευθεν,