Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὀχθήσας ἄλοχον προσεφώνεε κεδνὰ ἰδυῖαν:
γύναι , μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες:
τίς δέ μοι ἄλλοσε θῆκε λέχος ; χαλεπὸν δέ κεν εἴη
185
καὶ μάλ᾽ ἐπισταμένῳ , ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν
ῥηϊδίως ἐθέλων θείη ἄλλῃ ἐνὶ χώρῃ.
ἀνδρῶν δ᾽ οὔ κέν τις ζωὸς βροτός , οὐδὲ μάλ᾽ ἡβῶν,
ῥεῖα μετοχλίσσειεν , ἐπεὶ μέγα σῆμα τέτυκται
ἐν λέχει ἀσκητῷ : τὸ δ᾽ ἐγὼ κάμον οὐδέ τις ἄλλος.
190
θάμνος ἔφυ τανύφυλλος ἐλαίης ἕρκεος ἐντός,
ἀκμηνὸς θαλέθων : πάχετος δ᾽ ἦν ἠΰτε κίων.
τῷ δ᾽ ἐγὼ ἀμφιβαλὼν θάλαμον δέμον , ὄφρ᾽ ἐτέλεσσα,
πυκνῇσιν λιθάδεσσι , καὶ εὖ καθύπερθεν ἔρεψα,
κολλητὰς δ᾽ ἐπέθηκα θύρας , πυκινῶς ἀραρυίας.
195
καὶ τότ᾽ ἔπειτ᾽ ἀπέκοψα κόμην τανυφύλλου ἐλαίης,
κορμὸν δ᾽ ἐκ ῥίζης προταμὼν ἀμφέξεσα χαλκῷ
εὖ καὶ ἐπισταμένως , καὶ ἐπὶ στάθμην ἴθυνα,
ἑρμῖν᾽ ἀσκήσας , τέτρηνα δὲ πάντα τερέτρῳ.
ἐκ δὲ τοῦ ἀρχόμενος λέχος ἔξεον , ὄφρ᾽ ἐτέλεσσα,
200
δαιδάλλων χρυσῷ τε καὶ ἀργύρῳ ἠδ᾽ ἐλέφαντι:
ἐκ δ᾽ ἐτάνυσσα ἱμάντα βοὸς φοίνικι φαεινόν.
οὕτω τοι τόδε σῆμα πιφαύσκομαι : οὐδέ τι οἶδα,
μοι ἔτ᾽ ἔμπεδόν ἐστι , γύναι , λέχος , ἦέ τις ἤδη
ἀνδρῶν ἄλλοσε θῆκε , ταμὼν ὕπο πυθμέν᾽ ἐλαίης.”
205
ὣς φάτο , τῆς δ᾽ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,
σήματ᾽ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδ᾽ Ὀδυσσεύς:
δακρύσασα δ᾽ ἔπειτ᾽ ἰθὺς δράμεν , ἀμφὶ δὲ χεῖρας
δειρῇ βάλλ᾽ Ὀδυσῆϊ , κάρη δ᾽ ἔκυσ᾽ ἠδὲ προσηύδα:
μή μοι , Ὀδυσσεῦ , σκύζευ , ἐπεὶ τά περ ἄλλα μάλιστα
210
ἀνθρώπων πέπνυσο : θεοὶ δ᾽ ὤπαζον ὀϊζύν,
οἳ νῶϊν ἀγάσαντο παρ᾽ ἀλλήλοισι μένοντε