Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
εἰ μὴ ἄρ᾽ ἄλλ᾽ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη.
νύκτα μὲν ἐν περάτῃ δολιχὴν σχέθεν , Ἠῶ δ᾽ αὖτε
ῥύσατ᾽ ἐπ᾽ Ὠκεανῷ χρυσόθρονον , οὐδ᾽ ἔα ἵππους
245
ζεύγνυσθ᾽ ὠκύποδας , φάος ἀνθρώποισι φέροντας,
Λάμπον καὶ Φαέθονθ᾽ , οἵ τ᾽ Ἠῶ πῶλοι ἄγουσι.
καὶ τότ᾽ ἄρ᾽ ἣν ἄλοχον προσέφη πολύμητις Ὀδυσσεύς
γύναι , οὐ γάρ πω πάντων ἐπὶ πείρατ᾽ ἀέθλων
ἤλθομεν , ἀλλ᾽ ἔτ᾽ ὄπισθεν ἀμέτρητος πόνος ἔσται,
250
πολλὸς καὶ χαλεπός , τὸν ἐμὲ χρὴ πάντα τελέσσαι.
ὣς γάρ μοι ψυχὴ μαντεύσατο Τειρεσίαο
ἤματι τῷ ὅτε δὴ κατέβην δόμον Ἄϊδος εἴσω,
νόστον ἑταίροισιν διζήμενος ἠδ᾽ ἐμοὶ αὐτῷ.
ἀλλ᾽ ἔρχευ , λέκτρονδ᾽ ἴομεν , γύναι , ὄφρα καὶ ἤδη
255
ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντε.”
τὸν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια:
εὐνὴ μὲν δή σοί γε τότ᾽ ἔσσεται ὁππότε θυμῷ
σῷ ἐθέλῃς , ἐπεὶ ἄρ σε θεοὶ ποίησαν ἱκέσθαι
οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν:
260
ἀλλ᾽ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ,
εἴπ᾽ ἄγε μοι τὸν ἄεθλον , ἐπεὶ καὶ ὄπισθεν , ὀΐω,
πεύσομαι , αὐτίκα δ᾽ ἐστὶ δαήμεναι οὔ τι χέρειον.”
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
δαιμονίη , τί τ᾽ ἄρ᾽ αὖ με μάλ᾽ ὀτρύνουσα κελεύεις
265
εἰπέμεν ; αὐτὰρ ἐγὼ μυθήσομαι οὐδ᾽ ἐπικεύσω.
οὐ μέν τοι θυμὸς κεχαρήσεται : οὐδὲ γὰρ αὐτὸς
χαίρω , ἐπεὶ μάλα πολλὰ βροτῶν ἐπὶ ἄστε᾽ ἄνωγεν
ἐλθεῖν , ἐν χείρεσσιν ἔχοντ᾽ εὐῆρες ἐρετμόν,
εἰς κε τοὺς ἀφίκωμαι οἳ οὐκ ἴσασι θάλασσαν
270
ἀνέρες , οὐδέ θ᾽ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν:
οὐδ᾽ ἄρα τοί γ᾽ ἴσασι νέας φοινικοπαρῄους,