Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἰφθίμη παράκοιτις , ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν.
δ᾽ ἄνεω δὴν ἧστο , τάφος δέ οἱ ἦτορ ἵκανεν:
ὄψει δ᾽ ἄλλοτε μέν μιν ἐνωπαδίως ἐσίδεσκεν,
95
ἄλλοτε δ᾽ ἀγνώσασκε κακὰ χροῒ εἵματ᾽ ἔχοντα.
Τηλέμαχος δ᾽ ἐνένιπεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαξε:
μῆτερ ἐμή , δύσμητερ , ἀπηνέα θυμὸν ἔχουσα,
τίφθ᾽ οὕτω πατρὸς νοσφίζεαι , οὐδὲ παρ᾽ αὐτὸν
ἑζομένη μύθοισιν ἀνείρεαι οὐδὲ μεταλλᾷς;
100
οὐ μέν κ᾽ ἄλλη γ᾽ ὧδε γυνὴ τετληότι θυμῷ
ἀνδρὸς ἀφεσταίη , ὅς οἱ κακὰ πολλὰ μογήσας
ἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν:
σοὶ δ᾽ αἰεὶ κραδίη στερεωτέρη ἐστὶ λίθοιο.”
τὸν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια:
105
τέκνον ἐμόν , θυμός μοι ἐνὶ στήθεσσι τέθηπεν,
οὐδέ τι προσφάσθαι δύναμαι ἔπος οὐδ᾽ ἐρέεσθαι
οὐδ᾽ εἰς ὦπα ἰδέσθαι ἐναντίον . εἰ δ᾽ ἐτεὸν δὴ
ἔστ᾽ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται , μάλα νῶϊ
γνωσόμεθ᾽ ἀλλήλων καὶ λώϊον : ἔστι γὰρ ἡμῖν
110
σήμαθ᾽ , δὴ καὶ νῶϊ κεκρυμμένα ἴδμεν ἀπ᾽ ἄλλων.”
ὣς φάτο , μείδησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα:
Τηλέμαχ᾽ , τοι μητέρ᾽ ἐνὶ μεγάροισιν ἔασον
πειράζειν ἐμέθεν : τάχα δὲ φράσεται καὶ ἄρειον.
115
νῦν δ᾽ ὅττι ῥυπόω , κακὰ δὲ χροῒ εἵματα εἷμαι,
τοὔνεκ᾽ ἀτιμάζει με καὶ οὔ πω φησὶ τὸν εἶναι.
ἡμεῖς δὲ φραζώμεθ᾽ ὅπως ὄχ᾽ ἄριστα γένηται.
καὶ γάρ τίς θ᾽ ἕνα φῶτα κατακτείνας ἐνὶ δήμῳ,
μὴ πολλοὶ ἔωσιν ἀοσσητῆρες ὀπίσσω,
120
φεύγει πηούς τε προλιπὼν καὶ πατρίδα γαῖαν:
ἡμεῖς δ᾽ ἕρμα πόληος ἀπέκταμεν , οἳ μέγ᾽ ἄριστοι