Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
24
Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο
ἀνδρῶν μνηστήρων : ἔχε δὲ ῥάβδον μετὰ χερσὶν
καλὴν χρυσείην , τῇ τ᾽ ἀνδρῶν ὄμματα θέλγει
ὧν ἐθέλει , τοὺς δ᾽ αὖτε καὶ ὑπνώοντας ἐγείρει:
5
τῇ ῥ᾽ ἄγε κινήσας , ταὶ δὲ τρίζουσαι ἕποντο.
ὡς δ᾽ ὅτε νυκτερίδες μυχῷ ἄντρου θεσπεσίοιο
τρίζουσαι ποτέονται , ἐπεί κέ τις ἀποπέσῃσιν
ὁρμαθοῦ ἐκ πέτρης , ἀνά τ᾽ ἀλλήλῃσιν ἔχονται,
ὣς αἱ τετριγυῖαι ἅμ᾽ ἤϊσαν : ἦρχε δ᾽ ἄρα σφιν
10
Ἑρμείας ἀκάκητα κατ᾽ εὐρώεντα κέλευθα.
πὰρ δ᾽ ἴσαν Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην,
ἠδὲ παρ᾽ Ἠελίοιο πύλας καὶ δῆμον ὀνείρων
ἤϊσαν : αἶψα δ᾽ ἵκοντο κατ᾽ ἀσφοδελὸν λειμῶνα,
ἔνθα τε ναίουσι ψυχαί , εἴδωλα καμόντων.
15
εὗρον δὲ ψυχὴν Πηληϊάδεω Ἀχιλῆος
καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο
Αἴαντός θ᾽ , ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
τῶν ἄλλων Δαναῶν μετ᾽ ἀμύμονα Πηλεΐδαο
ὣς οἱ μὲν περὶ κεῖνον ὁμίλεον : ἀγχίμολον δὲ
20
ἤλυθ᾽ ἔπι ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
ἀχνυμένη : περὶ δ᾽ ἄλλαι ἀγηγέραθ᾽ , ὅσσαι ἅμ᾽ αὐτῷ
οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.
τὸν προτέρη ψυχὴ προσεφώνεε Πηλεΐωνος:
Ἀτρεΐδη , περὶ μέν σ᾽ ἔφαμεν Διὶ τερπικεραύνῳ
25
ἀνδρῶν ἡρώων φίλον ἔμμεναι ἤματα πάντα,
οὕνεκα πολλοῖσίν τε καὶ ἰφθίμοισιν ἄνασσες
δήμῳ ἔνι Τρώων , ὅθι πάσχομεν ἄλγε᾽ Ἀχαιοί.
τ᾽ ἄρα καὶ σοὶ πρῶϊ παραστήσεσθαι ἔμελλεν
μοῖρ᾽ ὀλοή , τὴν οὔ τις ἀλεύεται ὅς κε γένηται.
30
ὡς ὄφελες τιμῆς ἀπονήμενος , ἧς περ ἄνασσες,