Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τὰ φρονέων ἰθὺς κίεν αὐτοῦ δῖος Ὀδυσσεύς.
τοι μὲν κατέχων κεφαλὴν φυτὸν ἀμφελάχαινε:
τὸν δὲ παριστάμενος προσεφώνεε φαίδιμος υἱός:
γέρον , οὐκ ἀδαημονίη σ᾽ ἔχει ἀμφιπολεύειν
245
ὄρχατον , ἀλλ᾽ εὖ τοι κομιδὴ ἔχει , οὐδέ τι πάμπαν,
οὐ φυτόν , οὐ συκέη , οὐκ ἄμπελος , οὐ μὲν ἐλαίη,
οὐκ ὄγχνη , οὐ πρασιή τοι ἄνευ κομιδῆς κατὰ κῆπον.
ἄλλο δέ τοι ἐρέω , σὺ δὲ μὴ χόλον ἔνθεο θυμῷ
αὐτόν σ᾽ οὐκ ἀγαθὴ κομιδὴ ἔχει , ἀλλ᾽ ἅμα γῆρας
250
λυγρὸν ἔχεις αὐχμεῖς τε κακῶς καὶ ἀεικέα ἕσσαι.
οὐ μὲν ἀεργίης γε ἄναξ ἕνεκ᾽ οὔ σε κομίζει,
οὐδέ τί τοι δούλειον ἐπιπρέπει εἰσοράασθαι
εἶδος καὶ μέγεθος : βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικας.
τοιούτῳ δὲ ἔοικας , ἐπεὶ λούσαιτο φάγοι τε,
255
εὑδέμεναι μαλακῶς : γὰρ δίκη ἐστὶ γερόντων.
ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
τεῦ δμὼς εἶς ἀνδρῶν ; τεῦ δ᾽ ὄρχατον ἀμφιπολεύεις;
καὶ μοι τοῦτ᾽ ἀγόρευσον ἐτήτυμον , ὄφρ᾽ ἐῢ εἰδῶ,
εἰ ἐτεόν γ᾽ Ἰθάκην τήνδ᾽ ἱκόμεθ᾽ , ὥς μοι ἔειπεν
260
οὗτος ἀνὴρ νῦν δὴ ξυμβλήμενος ἐνθάδ᾽ ἰόντι,
οὔ τι μάλ᾽ ἀρτίφρων , ἐπεὶ οὐ τόλμησεν ἕκαστα
εἰπεῖν ἠδ᾽ ἐπακοῦσαι ἐμὸν ἔπος , ὡς ἐρέεινον
ἀμφὶ ξείνῳ ἐμῷ , που ζώει τε καὶ ἔστιν
ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν.
265
ἐκ γάρ τοι ἐρέω , σὺ δὲ σύνθεο καί μευ ἄκουσον:
ἄνδρα ποτ᾽ ἐξείνισσα φίλῃ ἐνὶ πατρίδι γαίῃ
ἡμέτερόνδ᾽ ἐλθόντα , καὶ οὔ πω τις βροτὸς ἄλλος
ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα:
εὔχετο δ᾽ ἐξ Ἰθάκης γένος ἔμμεναι , αὐτὰρ ἔφασκε
270
Λαέρτην Ἀρκεισιάδην πατέρ᾽ ἔμμεναι αὐτῷ.