Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τὸν μὲν ἐγὼ πρὸς δώματ᾽ ἄγων ἐῢ ἐξείνισσα,
ἐνδυκέως φιλέων , πολλῶν κατὰ οἶκον ἐόντων,
καί οἱ δῶρα πόρον ξεινήϊα , οἷα ἐῴκει.
χρυσοῦ μέν οἱ δῶκ᾽ εὐεργέος ἑπτὰ τάλαντα,
275
δῶκα δέ οἱ κρητῆρα πανάργυρον ἀνθεμόεντα,
δώδεκα δ᾽ ἁπλοΐδας χλαίνας , τόσσους δὲ τάπητας,
τόσσα δὲ φάρεα καλά , τόσους δ᾽ ἐπὶ τοῖσι χιτῶνας,
χωρὶς δ᾽ αὖτε γυναῖκας , ἀμύμονα ἔργα ἰδυίας,
τέσσαρας εἰδαλίμας , ἃς ἤθελεν αὐτὸς ἑλέσθαι.”
280
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα πατὴρ κατὰ δάκρυον εἴβων:
ξεῖν᾽ , τοι μὲν γαῖαν ἱκάνεις , ἣν ἐρεείνεις,
ὑβρισταὶ δ᾽ αὐτὴν καὶ ἀτάσθαλοι ἄνδρες ἔχουσιν:
δῶρα δ᾽ ἐτώσια ταῦτα χαρίζεο , μυρί᾽ ὀπάζων:
εἰ γάρ μιν ζωόν γ᾽ ἐκίχεις Ἰθάκης ἐνὶ δήμῳ,
285
τῷ κέν σ᾽ εὖ δώροισιν ἀμειψάμενος ἀπέπεμψε
καὶ ξενίῃ ἀγαθῇ γὰρ θέμις , ὅς τις ὑπάρξῃ.
ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
πόστον δὴ ἔτος ἐστίν , ὅτε ξείνισσας ἐκεῖνον
σὸν ξεῖνον δύστηνον , ἐμὸν παῖδ᾽ , εἴ ποτ᾽ ἔην γε,
290
δύσμορον ; ὅν που τῆλε φίλων καὶ πατρίδος αἴης
ἠέ που ἐν πόντῳ φάγον ἰχθύες , ἐπὶ χέρσου
θηρσὶ καὶ οἰωνοῖσιν ἕλωρ γένετ᾽ : οὐδέ μήτηρ
κλαῦσε περιστείλασα πατήρ θ᾽ , οἵ μιν τεκόμεσθα:
οὐδ᾽ ἄλοχος πολύδωρος , ἐχέφρων Πηνελόπεια,
295
κώκυσ᾽ ἐν λεχέεσσιν ἑὸν πόσιν , ὡς ἐπεῴκει,
ὀφθαλμοὺς καθελοῦσα : τὸ γὰρ γέρας ἐστὶ θανόντων.
καί μοι τοῦτ᾽ ἀγόρευσον ἐτήτυμον , ὄφρ᾽ ἐῢ εἰδῶ:
τίς πόθεν εἶς ἀνδρῶν ; πόθι τοι πόλις ἠδὲ τοκῆες;
ποῦ δὲ νηῦς ἕστηκε θοή , σ᾽ ἤγαγε δεῦρο
300
ἀντιθέους θ᾽ ἑτάρους ; ἔμπορος εἰλήλουθας