Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης
Μαστορίδης : γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω:
σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε:
κέκλυτε δὴ νῦν μευ , Ἰθακήσιοι , ὅττι κεν εἴπω:
455
ὑμετέρῃ κακότητι , φίλοι , τάδε ἔργα γένοντο:
οὐ γὰρ ἐμοὶ πείθεσθ᾽ , οὐ Μέντορι ποιμένι λαῶν,
ὑμετέρους παῖδας καταπαυέμεν ἀφροσυνάων,
οἳ μέγα ἔργον ἔρεξαν ἀτασθαλίῃσι κακῇσι,
κτήματα κείροντες καὶ ἀτιμάζοντες ἄκοιτιν
460
ἀνδρὸς ἀριστῆος : τὸν δ᾽ οὐκέτι φάντο νέεσθαι.
καὶ νῦν ὧδε γένοιτο . πίθεσθέ μοι ὡς ἀγορεύω:
μὴ ἴομεν , μή πού τις ἐπίσπαστον κακὸν εὕρῃ.”
ὣς ἔφαθ᾽ , οἱ δ᾽ ἄρ᾽ ἀνήϊξαν μεγάλῳ ἀλαλητῷ
ἡμίσεων πλείους : τοὶ δ᾽ ἀθρόοι αὐτόθι μίμνον:
465
οὐ γὰρ σφιν ἅδε μῦθος ἐνὶ φρεσίν , ἀλλ᾽ Εὐπείθει
πείθοντ᾽ : αἶψα δ᾽ ἔπειτ᾽ ἐπὶ τεύχεα ἐσσεύοντο.
αὐτὰρ ἐπεί ῥ᾽ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,
ἀθρόοι ἠγερέθοντο πρὸ ἄστεος εὐρυχόροιο.
τοῖσιν δ᾽ Εὐπείθης ἡγήσατο νηπιέῃσι:
470
φῆ δ᾽ γε τίσεσθαι παιδὸς φόνον , οὐδ᾽ ἄρ᾽ ἔμελλεν
ἂψ ἀπονοστήσειν , ἀλλ᾽ αὐτοῦ πότμον ἐφέψειν.
αὐτὰρ Ἀθηναίη Ζῆνα Κρονίωνα προσηύδα:
πάτερ ἡμέτερε , Κρονίδη , ὕπατε κρειόντων,
εἰπέ μοι εἰρομένῃ , τί νύ τοι νόος ἔνδοθι κεύθει;
475
προτέρω πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν
τεύξεις , φιλότητα μετ᾽ ἀμφοτέροισι τίθησθα;”
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς:
τέκνον ἐμόν , τί με ταῦτα διείρεαι ἠδὲ μεταλλᾷς;
οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,
480
ὡς τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;