Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἔρξον ὅπως ἐθέλεις : ἐρέω τέ τοι ὡς ἐπέοικεν.
ἐπεὶ δὴ μνηστῆρας ἐτίσατο δῖος Ὀδυσσεύς,
ὅρκια πιστὰ ταμόντες μὲν βασιλευέτω αἰεί,
ἡμεῖς δ᾽ αὖ παίδων τε κασιγνήτων τε φόνοιο
485
ἔκλησιν θέωμεν : τοὶ δ᾽ ἀλλήλους φιλεόντων
ὡς τὸ πάρος , πλοῦτος δὲ καὶ εἰρήνη ἅλις ἔστω.”
ὣς εἰπὼν ὤτρυνε πάρος μεμαυῖαν Ἀθήνην,
βῆ δὲ κατ᾽ Οὐλύμποιο καρήνων ἀΐξασα.
οἱ δ᾽ ἐπεὶ οὖν σίτοιο μελίφρονος ἐξ ἔρον ἕντο,
490
τοῖς δ᾽ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς:
ἐξελθών τις ἴδοι μὴ δὴ σχεδὸν ὦσι κιόντες.”
ὣς ἔφατ᾽ : ἐκ δ᾽ υἱὸς Δολίου κίεν , ὡς ἐκέλευεν:
στῆ δ᾽ ἄρ᾽ ἐπ᾽ οὐδὸν ἰών , τοὺς δὲ σχεδὸν ἔσιδε πάντας:
αἶψα δ᾽ Ὀδυσσῆα ἔπεα πτερόεντα προσηύδα:
495
οἵδε δὴ ἐγγὺς ἔασ᾽ : ἀλλ᾽ ὁπλιζώμεθα θᾶσσον.”
ὣς ἔφαθ᾽ , οἱ δ᾽ ὤρνυντο καὶ ἐν τεύχεσσι δύοντο,
τέσσαρες ἀμφ᾽ Ὀδυσῆ᾽ , ἓξ δ᾽ υἱεῖς οἱ Δολίοιο:
ἐν δ᾽ ἄρα Λαέρτης Δολίος τ᾽ ἐς τεύχε᾽ ἔδυνον,
καὶ πολιοί περ ἐόντες , ἀναγκαῖοι πολεμισταί.
500
αὐτὰρ ἐπεί ῥ᾽ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,
ὤϊξάν ῥα θύρας , ἐκ δ᾽ ἤϊον , ἄρχε δ᾽ Ὀδυσσεύς.
τοῖσι δ᾽ ἐπ᾽ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη
Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.
τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς:
505
αἶψα δὲ Τηλέμαχον προσεφώνεεν ὃν φίλον υἱόν:
Τηλέμαχ᾽ , ἤδη μὲν τόδε γ᾽ εἴσεαι αὐτὸς ἐπελθών,
ἀνδρῶν μαρναμένων ἵνα τε κρίνονται ἄριστοι,
μή τι καταισχύνειν πατέρων γένος , οἳ τὸ πάρος περ
ἀλκῇ τ᾽ ἠνορέῃ τε κεκάσμεθα πᾶσαν ἐπ᾽ αἶαν.”
510
τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα: