Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὄψεαι , αἴ κ᾽ ἐθέλῃσθα , πάτερ φίλε , τῷδ᾽ ἐπὶ θυμῷ
οὔ τι καταισχύνοντα τεὸν γένος , ὡς ἀγορεύεις.”
ὣς φάτο , Λαέρτης δ᾽ ἐχάρη καὶ μῦθον ἔειπε:
τίς νύ μοι ἡμέρη ἥδε , θεοὶ φίλοι ; μάλα χαίρω:
515
υἱός θ᾽ υἱωνός τ᾽ ἀρετῆς πέρι δῆριν ἔχουσιν.”
τὸν δὲ παρισταμένη προσέφη γλαυκῶπις Ἀθήνη:
Ἀρκεισιάδη , πάντων πολὺ φίλταθ᾽ ἑταίρων,
εὐξάμενος κούρῃ γλαυκώπιδι καὶ Διὶ πατρί,
αἶψα μαλ᾽ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος.”
520
ὣς φάτο , καί ῥ᾽ ἔμπνευσε μένος μέγα Παλλὰς Ἀθήνη
εὐξάμενος δ᾽ ἄρ᾽ ἔπειτα Διὸς κούρῃ μεγάλοιο,
αἶψα μάλ᾽ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
καὶ βάλεν Εὐπείθεα κόρυθος διὰ χαλκοπαρῄου.
δ᾽ οὐκ ἔγχος ἔρυτο , διαπρὸ δὲ εἴσατο χαλκός,
525
δούπησεν δὲ πεσών , ἀράβησε δὲ τεύχε᾽ ἐπ᾽ αὐτῷ.
ἐν δ᾽ ἔπεσον προμάχοις Ὀδυσεὺς καὶ φαίδιμος υἱός,
τύπτον δὲ ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι.
καί νύ κε δὴ πάντας ὄλεσαν καὶ ἔθηκαν ἀνόστους,
εἰ μὴ Ἀθηναίη , κούρη Διὸς αἰγιόχοιο,
530
ἤϋσεν φωνῇ , κατὰ ἔσχεθε λαὸν ἅπαντα.
ἴσχεσθε πτολέμου , Ἰθακήσιοι , ἀργαλέοιο,
ὥς κεν ἀναιμωτί γε διακρινθῆτε τάχιστα.”
ὣς φάτ᾽ Ἀθηναίη , τοὺς δὲ χλωρὸν δέος εἷλεν:
τῶν δ᾽ ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατο τεύχεα,
535
πάντα δ᾽ ἐπὶ χθονὶ πῖπτε , θεᾶς ὄπα φωνησάσης:
πρὸς δὲ πόλιν τρωπῶντο λιλαιόμενοι βιότοιο.
σμερδαλέον δ᾽ ἐβόησε πολύτλας δῖος Ὀδυσσεύς,
οἴμησεν δὲ ἀλεὶς ὥς τ᾽ αἰετὸς ὑψιπετήεις.
καὶ τότε δὴ Κρονίδης ἀφίει ψολόεντα κεραυνόν,
540
κὰδ δ᾽ ἔπεσε πρόσθε γλαυκώπιδος ὀβριμοπάτρης.