Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
δὴ τότ᾽ Ὀδυσσῆα προσέφη γλαυκῶπις Ἀθήνη:
διογενὲς Λαερτιάδη , πολυμήχαν᾽ Ὀδυσσεῦ,
ἴσχεο , παῦε δὲ νεῖκος ὁμοιΐου πολέμοιο,
μή πως τοι Κρονίδης κεχολώσεται εὐρύοπα Ζεύς.”
545
ὣς φάτ᾽ Ἀθηναίη , δ᾽ ἐπείθετο , χαῖρε δὲ θυμῷ.
ὅρκια δ᾽ αὖ κατόπισθε μετ᾽ ἀμφοτέροισιν ἔθηκεν
Παλλὰς Ἀθηναίη , κούρη Διὸς αἰγιόχοιο,
Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.