Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
οἷ᾽ ἐπὶ σοὶ κατέθηκε θεὰ περικαλλέ᾽ ἄεθλα,
ἀργυρόπεζα Θέτις : μάλα γὰρ φίλος ἦσθα θεοῖσιν.
ὣς σὺ μὲν οὐδὲ θανὼν ὄνομ᾽ ὤλεσας , ἀλλά τοι αἰεὶ
πάντας ἐπ᾽ ἀνθρώπους κλέος ἔσσεται ἐσθλόν , Ἀχιλλεῦ,
95
αὐτὰρ ἐμοὶ τί τόδ᾽ ἦδος , ἐπεὶ πόλεμον τολύπευσα;
ἐν νόστῳ γάρ μοι Ζεὺς μήσατο λυγρὸν ὄλεθρον
Αἰγίσθου ὑπὸ χερσὶ καὶ οὐλομένης ἀλόχοιο.”
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
ἀγχίμολον δέ σφ᾽ ἦλθε διάκτορος ἀργεϊφόντης,
100
ψυχὰς μνηστήρων κατάγων Ὀδυσῆϊ δαμέντων,
τὼ δ᾽ ἄρα θαμβήσαντ᾽ ἰθὺς κίον , ὡς ἐσιδέσθην.
ἔγνω δὲ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
παῖδα φίλον Μελανῆος , ἀγακλυτὸν Ἀμφιμέδοντα:
ξεῖνος γάρ οἱ ἔην Ἰθάκῃ ἔνι οἰκία ναίων.
105
τὸν προτέρη ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο:
Ἀμφίμεδον , τί παθόντες ἐρεμνὴν γαῖαν ἔδυτε
πάντες κεκριμένοι καὶ ὁμήλικες ; οὐδέ κεν ἄλλως
κρινάμενος λέξαιτο κατὰ πτόλιν ἄνδρας ἀρίστους.
ὔμμ᾽ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν,
110
ὄρσας ἀργαλέους ἀνέμους καὶ κύματα μακρά;
που ἀνάρσιοι ἄνδρες ἐδηλήσαντ᾽ ἐπὶ χέρσου
βοῦς περιταμνομένους ἠδ᾽ οἰῶν πώεα καλά,
ἠὲ περὶ πτόλιος μαχεούμενοι ἠδὲ γυναικῶν;
εἰπέ μοι εἰρομένῳ : ξεῖνος δέ τοι εὔχομαι εἶναι.
115
οὐ μέμνῃ ὅτε κεῖσε κατήλυθον ὑμέτερον δῶ,
ὀτρυνέων Ὀδυσῆα σὺν ἀντιθέῳ Μενελάῳ
Ἴλιον εἰς ἅμ᾽ ἕπεσθαι ἐϋσσέλμων ἐπὶ νηῶν;
μηνὶ δ᾽ ἄρ᾽ οὔλῳ πάντα περήσαμεν εὐρέα πόντον,
σπουδῇ παρπεπιθόντες Ὀδυσσῆα πτολίπορθον.”
120
τὸν δ᾽ αὖτε ψυχὴ προσεφώνεεν Ἀμφιμέδοντος: