Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
3
Ἠέλιος δ᾽ ἀνόρουσε , λιπὼν περικαλλέα λίμνην,
οὐρανὸν ἐς πολύχαλκον , ἵν᾽ ἀθανάτοισι φαείνοι
καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν:
οἱ δὲ Πύλον , Νηλῆος ἐυκτίμενον πτολίεθρον,
5
ἷξον : τοὶ δ᾽ ἐπὶ θινὶ θαλάσσης ἱερὰ ῥέζον,
ταύρους παμμέλανας , ἐνοσίχθονι κυανοχαίτῃ.
ἐννέα δ᾽ ἕδραι ἔσαν , πεντακόσιοι δ᾽ ἐν ἑκάστῃ
ἥατο καὶ προύχοντο ἑκάστοθι ἐννέα ταύρους.
εὖθ᾽ οἱ σπλάγχνα πάσαντο , θεῷ δ᾽ ἐπὶ μηρί᾽ ἔκαιον,
10
οἱ δ᾽ ἰθὺς κατάγοντο ἰδ᾽ ἱστία νηὸς ἐίσης
στεῖλαν ἀείραντες , τὴν δ᾽ ὥρμισαν , ἐκ δ᾽ ἔβαν αὐτοί:
ἐκ δ᾽ ἄρα Τηλέμαχος νηὸς βαῖν᾽ , ἦρχε δ᾽ Ἀθήνη.
τὸν προτέρη προσέειπε θεά , γλαυκῶπις Ἀθήνη:
Τηλέμαχ᾽ , οὐ μέν σε χρὴ ἔτ᾽ αἰδοῦς , οὐδ᾽ ἠβαιόν:
15
τοὔνεκα γὰρ καὶ πόντον ἐπέπλως , ὄφρα πύθηαι
πατρός , ὅπου κύθε γαῖα καὶ ὅν τινα πότμον ἐπέσπεν.
ἀλλ᾽ ἄγε νῦν ἰθὺς κίε Νέστορος ἱπποδάμοιο:
εἴδομεν ἥν τινα μῆτιν ἐνὶ στήθεσσι κέκευθε.
λίσσεσθαι δέ μιν αὐτός , ὅπως νημερτέα εἴπῃ:
20
ψεῦδος δ᾽ οὐκ ἐρέει : μάλα γὰρ πεπνυμένος ἐστί.”
τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
Μέντορ , πῶς τ᾽ ἄρ᾽ ἴω ; πῶς τ᾽ ἂρ προσπτύξομαι αὐτόν;
οὐδέ τί πω μύθοισι πεπείρημαι πυκινοῖσιν:
αἰδὼς δ᾽ αὖ νέον ἄνδρα γεραίτερον ἐξερέεσθαι.”
25
τὸν δ᾽ αὖτε προσέειπε θεά , γλαυκῶπις Ἀθήνη:
Τηλέμαχ᾽ , ἄλλα μὲν αὐτὸς ἐνὶ φρεσὶ σῇσι νοήσεις,
ἄλλα δὲ καὶ δαίμων ὑποθήσεται : οὐ γὰρ ὀίω
οὔ σε θεῶν ἀέκητι γενέσθαι τε τραφέμεν τε.”
ὣς ἄρα φωνήσασ᾽ ἡγήσατο Παλλὰς Ἀθήνη
30
καρπαλίμως : δ᾽ ἔπειτα μετ᾽ ἴχνια βαῖνε θεοῖο.