Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἤθελ᾽ , ἐπεὶ μάλα πολλὸν ἐνίκα δῖος Ὀδυσσεὺς
παντοίοισι δόλοισι , πατὴρ τεός , εἰ ἐτεόν γε
κείνου ἔκγονός ἐσσι : σέβας μ᾽ ἔχει εἰσορόωντα.
τοι γὰρ μῦθοί γε ἐοικότες , οὐδέ κε φαίης
125
ἄνδρα νεώτερον ὧδε ἐοικότα μυθήσασθαι.
ἔνθ᾽ τοι ἧος μὲν ἐγὼ καὶ δῖος Ὀδυσσεὺς
οὔτε ποτ᾽ εἰν ἀγορῇ δίχ᾽ ἐβάζομεν οὔτ᾽ ἐνὶ βουλῇ,
ἀλλ᾽ ἕνα θυμὸν ἔχοντε νόω καὶ ἐπίφρονι βουλῇ
φραζόμεθ᾽ Ἀργείοισιν ὅπως ὄχ᾽ ἄριστα γένοιτο.
130
αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,
βῆμεν δ᾽ ἐν νήεσσι , θεὸς δ᾽ ἐσκέδασσεν Ἀχαιούς,
καὶ τότε δὴ Ζεὺς λυγρὸν ἐνὶ φρεσὶ μήδετο νόστον
Ἀργείοις , ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι
πάντες ἔσαν : τῶ σφεων πολέες κακὸν οἶτον ἐπέσπον
135
μήνιος ἐξ ὀλοῆς γλαυκώπιδος ὀβριμοπάτρης.
τ᾽ ἔριν Ἀτρεΐδῃσι μετ᾽ ἀμφοτέροισιν ἔθηκε.
τὼ δὲ καλεσσαμένω ἀγορὴν ἐς πάντας Ἀχαιούς,
μάψ , ἀτὰρ οὐ κατὰ κόσμον , ἐς ἠέλιον καταδύντα,
οἱ ἦλθον οἴνῳ βεβαρηότες υἷες Ἀχαιῶν,
140
μῦθον μυθείσθην , τοῦ εἵνεκα λαὸν ἄγειραν.
ἔνθ᾽ τοι Μενέλαος ἀνώγει πάντας Ἀχαιοὺς
νόστου μιμνήσκεσθαι ἐπ᾽ εὐρέα νῶτα θαλάσσης,
οὐδ᾽ Ἀγαμέμνονι πάμπαν ἑήνδανε : βούλετο γάρ ῥα
λαὸν ἐρυκακέειν ῥέξαι θ᾽ ἱερὰς ἑκατόμβας,
145
ὡς τὸν Ἀθηναίης δεινὸν χόλον ἐξακέσαιτο,
νήπιος , οὐδὲ τὸ ᾔδη , οὐ πείσεσθαι ἔμελλεν:
οὐ γάρ τ᾽ αἶψα θεῶν τρέπεται νόος αἰέν ἐόντων.
ὣς τὼ μὲν χαλεποῖσιν ἀμειβομένω ἐπέεσσιν
ἕστασαν : οἱ δ᾽ ἀνόρουσαν ἐυκνήμιδες Ἀχαιοὶ
150
ἠχῇ θεσπεσίῃ , δίχα δέ σφισιν ἥνδανε βουλή.