Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
κείνῳ δ᾽ οὐκέτι νόστος ἐτήτυμος , ἀλλά οἱ ἤδη
φράσσαντ᾽ ἀθάνατοι θάνατον καὶ κῆρα μέλαιναν.
νῦν δ᾽ ἐθέλω ἔπος ἄλλο μεταλλῆσαι καὶ ἐρέσθαι
Νέστορ᾽ , ἐπεὶ περὶ οἶδε δίκας ἠδὲ φρόνιν ἄλλων:
245
τρὶς γὰρ δή μίν φασιν ἀνάξασθαι γένε᾽ ἀνδρῶν:
ὥς τέ μοι ἀθάνατος ἰνδάλλεται εἰσοράασθαι.
Νέστορ Νηληϊάδη , σὺ δ᾽ ἀληθὲς ἐνίσπες:
πῶς ἔθαν᾽ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων;
ποῦ Μενέλαος ἔην ; τίνα δ᾽ αὐτῷ μήσατ᾽ ὄλεθρον
250
Αἴγισθος δολόμητις , ἐπεὶ κτάνε πολλὸν ἀρείω;
οὐκ Ἄργεος ἦεν Ἀχαιικοῦ , ἀλλά πῃ ἄλλῃ
πλάζετ᾽ ἐπ᾽ ἀνθρώπους , δὲ θαρσήσας κατέπεφνε;”
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ:
τοιγὰρ ἐγώ τοι , τέκνον , ἀληθέα πάντ᾽ ἀγορεύσω.
255
τοι μὲν τάδε καὐτὸς ὀίεαι , ὥς κεν ἐτύχθη,
εἰ ζωόν γ᾽ Αἴγισθον ἐνὶ μεγάροισιν ἔτετμεν
Ἀτρεΐδης Τροίηθεν ἰών , ξανθὸς Μενέλαος:
τῶ κέ οἱ οὐδὲ θανόντι χυτὴν ἐπὶ γαῖαν ἔχευαν,
ἀλλ᾽ ἄρα τόν γε κύνες τε καὶ οἰωνοὶ κατέδαψαν
260
κείμενον ἐν πεδίῳ ἑκὰς ἄστεος , οὐδέ κέ τίς μιν
κλαῦσεν Ἀχαιιάδων : μάλα γὰρ μέγα μήσατο ἔργον.
ἡμεῖς μὲν γὰρ κεῖθι πολέας τελέοντες ἀέθλους
ἥμεθ᾽ : δ᾽ εὔκηλος μυχῷ Ἄργεος ἱπποβότοιο
πόλλ᾽ Ἀγαμεμνονέην ἄλοχον θέλγεσκ᾽ ἐπέεσσιν.
265
δ᾽ τοι τὸ πρὶν μὲν ἀναίνετο ἔργον ἀεικὲς
δῖα Κλυταιμνήστρη : φρεσὶ γὰρ κέχρητ᾽ ἀγαθῇσι:
πὰρ δ᾽ ἄρ᾽ ἔην καὶ ἀοιδὸς ἀνήρ , πόλλ᾽ ἐπέτελλεν
Ἀτρεΐδης Τροίηνδε κιὼν ἔρυσασθαι ἄκοιτιν.
ἀλλ᾽ ὅτε δή μιν μοῖρα θεῶν ἐπέδησε δαμῆναι,
270
δὴ τότε τὸν μὲν ἀοιδὸν ἄγων ἐς νῆσον ἐρήμην