Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
κάλλιπεν οἰωνοῖσιν ἕλωρ καὶ κύρμα γενέσθαι,
τὴν δ᾽ ἐθέλων ἐθέλουσαν ἀνήγαγεν ὅνδε δόμονδε.
πολλὰ δὲ μηρί᾽ ἔκηε θεῶν ἱεροῖς ἐπὶ βωμοῖς,
πολλὰ δ᾽ ἀγάλματ᾽ ἀνῆψεν , ὑφάσματά τε χρυσόν τε,
275
ἐκτελέσας μέγα ἔργον , οὔ ποτε ἔλπετο θυμῷ.
ἡμεῖς μὲν γὰρ ἅμα πλέομεν Τροίηθεν ἰόντες,
Ἀτρεΐδης καὶ ἐγώ , φίλα εἰδότες ἀλλήλοισιν:
ἀλλ᾽ ὅτε Σούνιον ἱρὸν ἀφικόμεθ᾽ , ἄκρον Ἀθηνέων,
ἔνθα κυβερνήτην Μενελάου Φοῖβος Ἀπόλλων
280
οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνε,
πηδάλιον μετὰ χερσὶ θεούσης νηὸς ἔχοντα,
Φρόντιν Ὀνητορίδην , ὃς ἐκαίνυτο φῦλ᾽ ἀνθρώπων
νῆα κυβερνῆσαι , ὁπότε σπέρχοιεν ἄελλαι.
ὣς μὲν ἔνθα κατέσχετ᾽ , ἐπειγόμενός περ ὁδοῖο,
285
ὄφρ᾽ ἕταρον θάπτοι καὶ ἐπὶ κτέρεα κτερίσειεν.
ἀλλ᾽ ὅτε δὴ καὶ κεῖνος ἰὼν ἐπὶ οἴνοπα πόντον
ἐν νηυσὶ γλαφυρῇσι Μαλειάων ὄρος αἰπὺ
ἷξε θέων , τότε δὴ στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς
ἐφράσατο , λιγέων δ᾽ ἀνέμων ἐπ᾽ ἀυτμένα χεῦε,
290
κύματά τε τροφέοντο πελώρια , ἶσα ὄρεσσιν.
ἔνθα διατμήξας τὰς μὲν Κρήτῃ ἐπέλασσεν,
ἧχι Κύδωνες ἔναιον Ἰαρδάνου ἀμφὶ ῥέεθρα.
ἔστι δέ τις λισσὴ αἰπεῖά τε εἰς ἅλα πέτρη
ἐσχατιῇ Γόρτυνος ἐν ἠεροειδέι πόντῳ:
295
ἔνθα Νότος μέγα κῦμα ποτὶ σκαιὸν ῥίον ὠθεῖ,
ἐς Φαιστόν , μικρὸς δὲ λίθος μέγα κῦμ᾽ ἀποέργει.
αἱ μὲν ἄρ᾽ ἔνθ᾽ ἦλθον , σπουδῇ δ᾽ ἤλυξαν ὄλεθρον
ἄνδρες , ἀτὰρ νῆάς γε ποτὶ σπιλάδεσσιν ἔαξαν
κύματ᾽ : ἀτὰρ τὰς πέντε νέας κυανοπρῳρείους
300
Αἰγύπτῳ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.