Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὣς μὲν ἔνθα πολὺν βίοτον καὶ χρυσὸν ἀγείρων
ἠλᾶτο ξὺν νηυσὶ κατ᾽ ἀλλοθρόους ἀνθρώπους:
τόφρα δὲ ταῦτ᾽ Αἴγισθος ἐμήσατο οἴκοθι λυγρά.
ἑπτάετες δ᾽ ἤνασσε πολυχρύσοιο Μυκήνης,
305
κτείνας Ἀτρεΐδην , δέδμητο δὲ λαὸς ὑπ᾽ αὐτῷ.
τῷ δέ οἱ ὀγδοάτῳ κακὸν ἤλυθε δῖος Ὀρέστης
ἂψ ἀπ᾽ Ἀθηνάων , κατὰ δ᾽ ἔκτανε πατροφονῆα,
Αἴγισθον δολόμητιν , οἱ πατέρα κλυτὸν ἔκτα.
τοι τὸν κτείνας δαίνυ τάφον Ἀργείοισιν
310
μητρός τε στυγερῆς καὶ ἀνάλκιδος Αἰγίσθοιο:
αὐτῆμαρ δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος
πολλὰ κτήματ᾽ ἄγων , ὅσα οἱ νέες ἄχθος ἄειραν.
καὶ σύ , φίλος , μὴ δηθὰ δόμων ἄπο τῆλ᾽ ἀλάλησο,
κτήματά τε προλιπὼν ἄνδρας τ᾽ ἐν σοῖσι δόμοισιν
315
οὕτω ὑπερφιάλους , μή τοι κατὰ πάντα φάγωσιν
κτήματα δασσάμενοι , σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς.
ἀλλ᾽ ἐς μὲν Μενέλαον ἐγὼ κέλομαι καὶ ἄνωγα
ἐλθεῖν : κεῖνος γὰρ νέον ἄλλοθεν εἰλήλουθεν,
ἐκ τῶν ἀνθρώπων , ὅθεν οὐκ ἔλποιτό γε θυμῷ
320
ἐλθέμεν , ὅν τινα πρῶτον ἀποσφήλωσιν ἄελλαι
ἐς πέλαγος μέγα τοῖον , ὅθεν τέ περ οὐδ᾽ οἰωνοὶ
αὐτόετες οἰχνεῦσιν , ἐπεὶ μέγα τε δεινόν τε.
ἀλλ᾽ ἴθι νῦν σὺν νηί τε σῇ καὶ σοῖς ἑτάροισιν:
εἰ δ᾽ ἐθέλεις πεζός , πάρα τοι δίφρος τε καὶ ἵπποι,
325
πὰρ δὲ τοι υἷες ἐμοί , οἵ τοι πομπῆες ἔσονται
ἐς Λακεδαίμονα δῖαν , ὅθι ξανθὸς Μενέλαος.
λίσσεσθαι δέ μιν αὐτός , ἵνα νημερτὲς ἐνίσπῃ:
ψεῦδος δ᾽ οὐκ ἐρέει : μάλα γὰρ πεπνυμένος ἐστίν.”
ὣς ἔφατ᾽ , ἠέλιος δ᾽ ἄρ᾽ ἔδυ καὶ ἐπὶ κνέφας ἦλθε.
330
τοῖσι δὲ καὶ μετέειπε θεά , γλαυκῶπις Ἀθήνη: