Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
γέρον , τοι ταῦτα κατὰ μοῖραν κατέλεξας:
ἀλλ᾽ ἄγε τάμνετε μὲν γλώσσας , κεράασθε δὲ οἶνον,
ὄφρα Ποσειδάωνι καὶ ἄλλοις ἀθανάτοισιν
σπείσαντες κοίτοιο μεδώμεθα : τοῖο γὰρ ὥρη.
335
ἤδη γὰρ φάος οἴχεθ᾽ ὑπὸ ζόφον , οὐδὲ ἔοικεν:
δηθὰ θεῶν ἐν δαιτὶ θαασσέμεν , ἀλλὰ νέεσθαι.”
ῥα Διὸς θυγάτηρ , οἱ δ᾽ ἔκλυον αὐδησάσης.
τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,
340
νώμησαν δ᾽ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσι:
γλώσσας δ᾽ ἐν πυρὶ βάλλον , ἀνιστάμενοι δ᾽ ἐπέλειβον.
αὐτὰρ ἐπεὶ σπεῖσάν τ᾽ ἔπιον θ᾽ , ὅσον ἤθελε θυμός,
δὴ τότ᾽ Ἀθηναίη καὶ Τηλέμαχος θεοειδὴς
ἄμφω ἱέσθην κοίλην ἐπὶ νῆα νέεσθαι.
345
Νέστωρ δ᾽ αὖ κατέρυκε καθαπτόμενος ἐπέεσσιν:
Ζεὺς τό γ᾽ ἀλεξήσειε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
ὡς ὑμεῖς παρ᾽ ἐμεῖο θοὴν ἐπὶ νῆα κίοιτε
ὥς τέ τευ παρὰ πάμπαν ἀνείμονος ἠδὲ πενιχροῦ,
οὔ τι χλαῖναι καὶ ῥήγεα πόλλ᾽ ἐνὶ οἴκῳ,
350
οὔτ᾽ αὐτῷ μαλακῶς οὔτε ξείνοισιν ἐνεύδειν.
αὐτὰρ ἐμοὶ πάρα μὲν χλαῖναι καὶ ῥήγεα καλά.
οὔ θην δὴ τοῦδ᾽ ἀνδρὸς Ὀδυσσῆος φίλος υἱὸς
νηὸς ἐπ᾽ ἰκριόφιν καταλέξεται , ὄφρ᾽ ἂν ἐγώ γε
ζώω , ἔπειτα δὲ παῖδες ἐνὶ μεγάροισι λίπωνται,
355
ξείνους ξεινίζειν , ὅς τίς κ᾽ ἐμὰ δώμαθ᾽ ἵκηται.”
τὸν δ᾽ αὖτε προσέειπε θεά , γλαυκῶπις Ἀθήνη:
εὖ δὴ ταῦτά γ᾽ ἔφησθα , γέρον φίλε : σοὶ δὲ ἔοικεν
Τηλέμαχον πείθεσθαι , ἐπεὶ πολὺ κάλλιον οὕτως.
ἀλλ᾽ οὗτος μὲν νῦν σοὶ ἅμ᾽ ἕψεται , ὄφρα κεν εὕδῃ
360
σοῖσιν ἐνὶ μεγάροισιν : ἐγὼ δ᾽ ἐπὶ νῆα μέλαιναν