Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
οἴνου ἡδυπότοιο , τὸν ἑνδεκάτῳ ἐνιαυτῷ
ὤιξεν ταμίη καὶ ἀπὸ κρήδεμνον ἔλυσε:
τοῦ γέρων κρητῆρα κεράσσατο , πολλὰ δ᾽ Ἀθήνῃ
εὔχετ᾽ ἀποσπένδων , κούρῃ Διὸς αἰγιόχοιο.
395
αὐτὰρ ἐπεὶ σπεῖσάν τ᾽ ἔπιον θ᾽ , ὅσον ἤθελε θυμός,
οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,
τὸν δ᾽ αὐτοῦ κοίμησε Γερήνιος ἱππότα Νέστωρ,
Τηλέμαχον , φίλον υἱὸν Ὀδυσσῆος θείοιο,
τρητοῖς ἐν λεχέεσσιν ὑπ᾽ αἰθούσῃ ἐριδούπῳ,
400
πὰρ᾽ δ᾽ ἄρ᾽ ἐυμμελίην Πεισίστρατον , ὄρχαμον ἀνδρῶν,
ὅς οἱ ἔτ᾽ ἠίθεος παίδων ἦν ἐν μεγάροισιν:
αὐτὸς δ᾽ αὖτε καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,
τῷ δ᾽ ἄλοχος δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.
ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
405
ὤρνυτ᾽ ἄρ᾽ ἐξ εὐνῆφι Γερήνιος ἱππότα Νέστωρ,
ἐκ δ᾽ ἐλθὼν κατ᾽ ἄρ᾽ ἕζετ᾽ ἐπὶ ξεστοῖσι λίθοισιν,
οἵ οἱ ἔσαν προπάροιθε θυράων ὑψηλάων,
λευκοί , ἀποστίλβοντες ἀλείφατος : οἷς ἔπι μὲν πρὶν
Νηλεὺς ἵζεσκεν , θεόφιν μήστωρ ἀτάλαντος:
410
ἀλλ᾽ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει,
Νέστωρ αὖ τότ᾽ ἐφῖζε Γερήνιος , οὖρος Ἀχαιῶν,
σκῆπτρον ἔχων . περὶ δ᾽ υἷες ἀολλέες ἠγερέθοντο
ἐκ θαλάμων ἐλθόντες , Ἐχέφρων τε Στρατίος τε
Περσεύς τ᾽ Ἄρητός τε καὶ ἀντίθεος Θρασυμήδης.
415
τοῖσι δ᾽ ἔπειθ᾽ ἕκτος Πεισίστρατος ἤλυθεν ἥρως,
πὰρ δ᾽ ἄρα Τηλέμαχον θεοείκελον εἷσαν ἄγοντες.
τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ:
καρπαλίμως μοι , τέκνα φίλα , κρηήνατ᾽ ἐέλδωρ,
ὄφρ᾽ τοι πρώτιστα θεῶν ἱλάσσομ᾽ Ἀθήνην,
420
μοι ἐναργὴς ἦλθε θεοῦ ἐς δαῖτα θάλειαν.