Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἀλλ᾽ ἄγ᾽ μὲν πεδίονδ᾽ ἐπὶ βοῦν , ἴτω , ὄφρα τάχιστα
ἔλθῃσιν , ἐλάσῃ δὲ βοῶν ἐπιβουκόλος ἀνήρ:
εἷς δ᾽ ἐπὶ Τηλεμάχου μεγαθύμου νῆα μέλαιναν
πάντας ἰὼν ἑτάρους ἀγέτω , λιπέτω δὲ δύ᾽ οἴους:
425
εἷς δ᾽ αὖ χρυσοχόον Λαέρκεα δεῦρο κελέσθω
ἐλθεῖν , ὄφρα βοὸς χρυσὸν κέρασιν περιχεύῃ.
οἱ δ᾽ ἄλλοι μένετ᾽ αὐτοῦ ἀολλέες , εἴπατε δ᾽ εἴσω
δμῳῇσιν κατὰ δώματ᾽ ἀγακλυτὰ δαῖτα πένεσθαι,
ἕδρας τε ξύλα τ᾽ ἀμφὶ καὶ ἀγλαὸν οἰσέμεν ὕδωρ.”
430
ὣς ἔφαθ᾽ , οἱ δ᾽ ἄρα πάντες ἐποίπνυον . ἦλθε μὲν ἂρ βοῦς
ἐκ πεδίου , ἦλθον δὲ θοῆς παρὰ νηὸς ἐίσης
Τηλεμάχου ἕταροι μεγαλήτορος , ἦλθε δὲ χαλκεὺς
ὅπλ᾽ ἐν χερσὶν ἔχων χαλκήια , πείρατα τέχνης,
ἄκμονά τε σφῦραν τ᾽ ἐυποίητόν τε πυράγρην,
435
οἷσίν τε χρυσὸν εἰργάξετο : ἦλθε δ᾽ Ἀθήνη
ἱρῶν ἀντιόωσα . γέρων δ᾽ ἱππηλάτα Νέστωρ
χρυσὸν ἔδωχ᾽ : δ᾽ ἔπειτα βοὸς κέρασιν περίχευεν
ἀσκήσας , ἵν᾽ ἄγαλμα θεὰ κεχάροιτο ἰδοῦσα.
βοῦν δ᾽ ἀγέτην κεράων Στρατίος καὶ δῖος Ἐχέφρων.
440
χέρνιβα δέ σφ᾽ Ἄρητος ἐν ἀνθεμόεντι λέβητι
ἤλυθεν ἐκ θαλάμοιο φέρων , ἑτέρῃ δ᾽ ἔχεν οὐλὰς
ἐν κανέῳ πέλεκυν δὲ μενεπτόλεμος Θρασυμήδης
ὀξὺν ἔχων ἐν χειρὶ παρίστατο βοῦν ἐπικόψων.
Περσεὺς δ᾽ ἀμνίον εἶχε : γέρων δ᾽ ἱππηλάτα Νέστωρ
445
χέρνιβά τ᾽ οὐλοχύτας τε κατήρχετο , πολλὰ δ᾽ Ἀθήνῃ
εὔχετ᾽ ἀπαρχόμενος , κεφαλῆς τρίχας ἐν πυρὶ βάλλων.
αὐτὰρ ἐπεί ῥ᾽ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,
αὐτίκα Νέστορος υἱὸς ὑπέρθυμος Θρασυμήδης
ἤλασεν ἄγχι στάς : πέλεκυς δ᾽ ἀπέκοψε τένοντας
450
αὐχενίους , λῦσεν δὲ βοὸς μένος . αἱ δ᾽ ὀλόλυξαν