Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἂν δ᾽ ἄρα Τηλέμαχος περικαλλέα βήσετο δίφρον:
πὰρ δ᾽ ἄρα Νεστορίδης Πεισίστρατος , ὄρχαμος ἀνδρῶν,
ἐς δίφρον τ᾽ ἀνέβαινε καὶ ἡνία λάζετο χερσί,
μάστιξεν δ᾽ ἐλάαν , τὼ δ᾽ οὐκ ἀέκοντε πετέσθην
485
ἐς πεδίον , λιπέτην δὲ Πύλου αἰπὺ πτολίεθρον.
οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.
δύσετό τ᾽ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί,
ἐς Φηρὰς δ᾽ ἵκοντο Διοκλῆος ποτὶ δῶμα,
υἱέος Ὀρτιλόχοιο , τὸν Ἀλφειὸς τέκε παῖδα.
490
ἔνθα δὲ νύκτ᾽ ἄεσαν , δὲ τοῖς πὰρ ξείνια θῆκεν.
ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
ἵππους τε ζεύγνυντ᾽ ἀνά θ᾽ ἅρματα ποικίλ᾽ ἔβαινον:
ἐκ δ᾽ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου:
μάστιξεν δ᾽ ἐλάαν , τὼ δ᾽ οὐκ ἀέκοντε πετέσθην.
495
ἷξον δ᾽ ἐς πεδίον πυρηφόρον , ἔνθα δ᾽ ἔπειτα
ἦνον ὁδόν : τοῖον γὰρ ὑπέκφερον ὠκέες ἵπποι.
δύσετό τ᾽ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.