Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
οὕνεκα δεῦρ᾽ ἱκόμεσθα θοῇ σὺν νηὶ μελαίνῃ.”
ὣς ἄρ᾽ ἔπειτ᾽ ἠρᾶτο καὶ αὐτὴ πάντα τελεύτα.
δῶκε δὲ Τηλεμάχῳ καλὸν δέπας ἀμφικύπελλον:
ὣς δ᾽ αὔτως ἠρᾶτο Ὀδυσσῆος φίλος υἱός.
65
οἱ δ᾽ ἐπεί ὤπτησαν κρέ᾽ ὑπέρτερα καὶ ἐρύσαντο,
μοίρας δασσάμενοι δαίνυντ᾽ ἐρικυδέα δαῖτα.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ:
νῦν δὴ κάλλίον ἐστι μεταλλῆσαι καὶ ἐρέσθαι
70
ξείνους , οἱ τινές εἰσιν , ἐπεὶ τάρπησαν ἐδωδῆς.
ξεῖνοι , τίνες ἐστέ ; πόθεν πλεῖθ᾽ ὑγρὰ κέλευθα;
τι κατά πρῆξιν μαψιδίως ἀλάλησθε
οἷά τε ληιστῆρες ὑπεὶρ ἅλα , τοί τ᾽ ἀλόωνται
ψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι πέροντες;”
75
τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα
θαρσήσας : αὐτὴ γὰρ ἐνὶ φρεσὶ θάρσος Ἀθήνη
θῆχ᾽ , ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο
ἠδ᾽ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν:
Νέστορ Νηληϊάδη , μέγα κῦδος Ἀχαιῶν,
80
εἴρεαι ὁππόθεν εἰμέν : ἐγὼ δέ κέ τοι καταλέξω.
ἡμεῖς ἐξ Ἰθάκης ὑπονηίου εἰλήλουθμεν:
πρῆξις δ᾽ ἥδ᾽ ἰδίη , οὐ δήμιος , ἣν ἀγορεύω.
πατρὸς ἐμοῦ κλέος εὐρὺ μετέρχομαι , ἤν που ἀκούσω,
δίου Ὀδυσσῆος ταλασίφρονος , ὅν ποτέ φασι
85
σὺν σοὶ μαρνάμενον Τρώων πόλιν ἐξαλαπάξαι.
ἄλλους μὲν γὰρ πάντας , ὅσοι Τρωσὶν πολέμιξον,
πευθόμεθ᾽ , ἧχι ἕκαστος ἀπώλετο λυγρῷ ὀλέθρῳ,
κείνου δ᾽ αὖ καὶ ὄλεθρον ἀπευθέα θῆκε Κρονίων.
οὐ γάρ τις δύναται σάφα εἰπέμεν ὁππόθ᾽ ὄλωλεν,
90
εἴθ᾽ γ᾽ ἐπ᾽ ἠπείρου δάμη ἀνδράσι δυσμενέεσσιν,