Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
εἴτε καὶ ἐν πελάγει μετὰ κύμασιν Ἀμφιτρίτης.
τοὔνεκα νῦν τὰ σὰ γούναθ᾽ ἱκάνομαι , αἴ κ᾽ ἐθέλῃσθα
κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν , εἴ που ὄπωπας
ὀφθαλμοῖσι τεοῖσιν ἄλλου μῦθον ἄκουσας
95
πλαζομένου : πέρι γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.
μηδέ τί μ᾽ αἰδόμενος μειλίσσεο μηδ᾽ ἐλεαίρων,
ἀλλ᾽ εὖ μοι κατάλεξον ὃπως ἤντησας ὀπωπῆς.
λίσσομαι , εἴ ποτέ τοί τι πατὴρ ἐμός , ἐσθλὸς Ὀδυσσεύς,
ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε
100
δήμῳ ἔνι Τρώων , ὅθι πάσχετε πήματ᾽ Ἀχαιοί,
τῶν νῦν μοι μνῆσαι , καί μοι νημερτὲς ἐνίσπες.
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ:
φίλ᾽ , ἐπεί μ᾽ ἔμνησας ὀιζύος , ἥν ἐν ἐκείνῳ
δήμῳ ἀνέτλημεν μένος ἄσχετοι υἷες Ἀχαιῶν,
105
ἠμέν ὅσα ξὺν νηυσίν ἐπ᾽ ἠεροειδέα πόντον
πλαζόμενοι κατὰ ληίδ᾽ , ὅπῃ ἄρξειεν Ἀχιλλεύς,
ἠδ᾽ ὅσα καὶ περί ἄστυ μέγα Πριάμοιο ἄνακτος
μαρνάμεθ᾽ : ἔνθα δ᾽ ἔπειτα κατέκταθεν ὅσσοι ἄριστοι.
ἔνθα μὲν Αἴας κεῖται ἀρήιος , ἔνθα δ᾽ Ἀχιλλεύς,
110
ἔνθα δὲ Πάτροκλος , θεόφιν μήστωρ ἀτάλαντος,
ἔνθα δ᾽ ἐμὸς φίλος υἱός , ἅμα κρατερὸς καὶ ἀμύμων,
Ἀντίλοχος , πέρι μὲν θείειν ταχὺς ἠδὲ μαχητής:
ἄλλα τε πόλλ᾽ ἐπὶ τοῖς πάθομεν κακά : τίς κεν ἐκεῖνα
πάντα γε μυθήσαιτο καταθνητῶν ἀνθρώπων;
115
οὐδ᾽ εἰ πεντάετές γε καὶ ἑξάετες παραμίμνων
ἐξερέοις ὅσα κεῖθι πάθον κακὰ δῖοι Ἀχαιοί:
πρίν κεν ἀνιηθεὶς σὴν πατρίδα γαῖαν ἵκοιο.
εἰνάετες γάρ σφιν κακὰ ῥάπτομεν ἀμφιέποντες
παντοίοισι δόλοισι , μόγις δ᾽ ἐτέλεσσε Κρονίων.
120
ἔνθ᾽ οὔ τίς ποτε μῆτιν ὁμοιωθήμεναι ἄντην