Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
καὶ νῦν τοι ἐγὼ μεμνημένος ἀμφ᾽ Ὀδυσῆι
μυθεόμην , ὅσα κεῖνος ὀιζύσας ἐμόγησεν
ἀμφ᾽ ἐμοί , αὐτὰρ πικρὸν ὑπ᾽ ὀφρύσι δάκρυον εἶβε,
χλαῖναν πορφυρέην ἄντ᾽ ὀφθαλμοῖιν ἀνασχών.”
155
τὸν δ᾽ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα:
Ἀτρεΐδη Μενέλαε διοτρεφές , ὄρχαμε λαῶν,
κείνου μέν τοι ὅδ᾽ υἱὸς ἐτήτυμον , ὡς ἀγορεύεις:
ἀλλὰ σαόφρων ἐστί , νεμεσσᾶται δ᾽ ἐνὶ θυμῷ
ὧδ᾽ ἐλθὼν τὸ πρῶτον ἐπεσβολίας ἀναφαίνειν
160
ἄντα σέθεν , τοῦ νῶι θεοῦ ὣς τερπόμεθ᾽ αὐδῇ.
αὐτὰρ ἐμὲ προέηκε Γερήνιος ἱππότα Νέστωρ
τῷ ἅμα πομπὸν ἕπεσθαι : ἐέλδετο γάρ σε ἰδέσθαι,
ὄφρα οἱ τι ἔπος ὑποθήσεαι ἠέ τι ἔργον.
πολλὰ γὰρ ἄλγε᾽ ἔχει πατρὸς πάϊς οἰχομένοιο
165
ἐν μεγάροις , μὴ ἄλλοι ἀοσσητῆρες ἔωσιν,
ὡς νῦν Τηλεμάχῳ μὲν οἴχεται , οὐδέ οἱ ἄλλοι
εἴσ᾽ οἵ κεν κατὰ δῆμον ἀλάλκοιεν κακότητα.”
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος:
πόποι , μάλα δὴ φίλου ἀνέρος υἱὸς ἐμὸν δῶ
170
ἵκεθ᾽ , ὃς εἵνεκ᾽ ἐμεῖο πολέας ἐμόγησεν ἀέθλους:
καί μιν ἔφην ἐλθόντα φιλησέμεν ἔξοχον ἄλλων
Ἀργείων , εἰ νῶιν ὑπεὶρ ἅλα νόστον ἔδωκε
νηυσὶ θοῇσι γενέσθαι Ὀλύμπιος εὐρύοπα Ζεύς.
καί κέ οἱ Ἄργεϊ νάσσα πόλιν καὶ δώματ᾽ ἔτευξα,
175
ἐξ Ἰθάκης ἀγαγὼν σὺν κτήμασι καὶ τέκεϊ
καὶ πᾶσιν λαοῖσι , μίαν πόλιν ἐξαλαπάξας,
αἳ περιναιετάουσιν , ἀνάσσονται δ᾽ ἐμοὶ αὐτῷ.
καί κε θάμ᾽ ἐνθάδ᾽ ἐόντες ἐμισγόμεθ᾽ : οὐδέ κεν ἡμέας
ἄλλο διέκρινεν φιλέοντέ τε τερπομένω τε,
180
πρίν γ᾽ ὅτε δὴ θανάτοιο μέλαν νέφος ἀμφεκάλυψεν.