Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἀλλὰ τὰ μέν που μέλλεν ἀγάσσεσθαι θεὸς αὐτός,
ὃς κεῖνον δύστηνον ἀνόστιμον οἶον ἔθηκεν.”
ὣς φάτο , τοῖσι δὲ πᾶσιν ὑφ᾽ ἵμερον ὦρσε γόοιο.
κλαῖε μὲν Ἀργείη Ἑλένη , Διὸς ἐκγεγαυῖα,
185
κλαῖε δὲ Τηλέμαχός τε καὶ Ἀτρεΐδης Μενέλαος,
οὐδ᾽ ἄρα Νέστορος υἱὸς ἀδακρύτω ἔχεν ὄσσε:
μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Ἀντιλόχοιο,
τόν ῥ᾽ Ἠοῦς ἔκτεινε φαεινῆς ἀγλαὸς υἱός:
τοῦ γ᾽ ἐπιμνησθεὶς ἔπεα πτερόεντ᾽ ἀγόρευεν:
190
Ἀτρεΐδη , περὶ μέν σε βροτῶν πεπνυμένον εἶναι
Νέστωρ φάσχ᾽ γέρων , ὅτ᾽ ἐπιμνησαίμεθα σεῖο
οἷσιν ἐνὶ μεγάροισι , καὶ ἀλλήλους ἐρέοιμεν.
καὶ νῦν , εἴ τί που ἔστι , πίθοιό μοι : οὐ γὰρ ἐγώ γε
τέρπομ᾽ ὀδυρόμενος μεταδόρπιος , ἀλλὰ καὶ ἠὼς
195
ἔσσεται ἠριγένεια : νεμεσσῶμαί γε μὲν οὐδὲν
κλαίειν ὅς κε θάνῃσι βροτῶν καὶ πότμον ἐπίσπῃ.
τοῦτό νυ καὶ γέρας οἶον ὀιζυροῖσι βροτοῖσιν,
κείρασθαί τε κόμην βαλέειν τ᾽ ἀπὸ δάκρυ παρειῶν.
καὶ γὰρ ἐμὸς τέθνηκεν ἀδελφεός , οὔ τι κάκιστος
200
Ἀργείων : μέλλεις δὲ σὺ ἴδμεναι : οὐ γὰρ ἐγώ γε
ἤντησ᾽ οὐδὲ ἴδον : περὶ δ᾽ ἄλλων φασὶ γενέσθαι
Ἀντίλοχον , πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν.”
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος:
φίλ᾽ , ἐπεὶ τόσα εἶπες , ὅσ᾽ ἂν πεπνυμένος ἀνὴρ
205
εἴποι καὶ ῥέξειε , καὶ ὃς προγενέστερος εἴη:
τοίου γὰρ καὶ πατρός , καὶ πεπνυμένα βάζεις,
ῥεῖα δ᾽ ἀρίγνωτος γόνος ἀνέρος τε Κρονίων
ὄλβον ἐπικλώσῃ γαμέοντί τε γεινομένῳ τε,
ὡς νῦν Νέστορι δῶκε διαμπερὲς ἤματα πάντα
210
αὐτὸν μὲν λιπαρῶς γηρασκέμεν ἐν μεγάροισιν,