Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
υἱέας αὖ πινυτούς τε καὶ ἔγχεσιν εἶναι ἀρίστους.
ἡμεῖς δὲ κλαυθμὸν μὲν ἐάσομεν , ὃς πρὶν ἐτύχθη,
δόρπου δ᾽ ἐξαῦτις μνησώμεθα , χερσὶ δ᾽ ἐφ᾽ ὕδωρ
χευάντων . μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονται
215
Τηλεμάχῳ καὶ ἐμοὶ διαειπέμεν ἀλλήλοισιν.”
ὣς ἔφατ᾽ , Ἀσφαλίων δ᾽ ἄρ ὕδωρ ἐπὶ χεῖρας ἔχευεν,
ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο.
οἱ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
ἔνθ᾽ αὖτ᾽ ἄλλ᾽ ἐνόησ᾽ Ἑλένη Διὸς ἐκγεγαυῖα:
220
αὐτίκ᾽ ἄρ᾽ εἰς οἶνον βάλε φάρμακον , ἔνθεν ἔπινον,
νηπενθές τ᾽ ἄχολόν τε , κακῶν ἐπίληθον ἁπάντων.
ὃς τὸ καταβρόξειεν , ἐπὴν κρητῆρι μιγείη,
οὔ κεν ἐφημέριός γε βάλοι κατὰ δάκρυ παρειῶν,
οὐδ᾽ εἴ οἱ κατατεθναίη μήτηρ τε πατήρ τε,
225
οὐδ᾽ εἴ οἱ προπάροιθεν ἀδελφεὸν φίλον υἱὸν
χαλκῷ δηιόῳεν , δ᾽ ὀφθαλμοῖσιν ὁρῷτο.
τοῖα Διὸς θυγάτηρ ἔχε φάρμακα μητιόεντα,
ἐσθλά , τά οἱ Πολύδαμνα πόρεν , Θῶνος παράκοιτις
Αἰγυπτίη , τῇ πλεῖστα φέρει ζείδωρος ἄρουρα
230
φάρμακα , πολλὰ μὲν ἐσθλὰ μεμιγμένα πολλὰ δὲ λυγρά:
ἰητρὸς δὲ ἕκαστος ἐπιστάμενος περὶ πάντων
ἀνθρώπων : γὰρ Παιήονός εἰσι γενέθλης.
αὐτὰρ ἐπεί ῥ᾽ ἐνέηκε κέλευσέ τε οἰνοχοῆσαι,
ἐξαῦτις μύθοισιν ἀμειβομένη προσέειπεν:
235
Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ἠδὲ καὶ οἵδε
ἀνδρῶν ἐσθλῶν παῖδες : ἀτὰρ θεὸς ἄλλοτε ἄλλῳ
Ζεὺς ἀγαθόν τε κακόν τε διδοῖ : δύναται γὰρ ἅπαντα:
τοι νῦν δαίνυσθε καθήμενοι ἐν μεγάροισι
καὶ μύθοις τέρπεσθε : ἐοικότα γὰρ καταλέξω.
240
πάντα μὲν οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ᾽ ὀνομήνω,