Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
δέμνια δὲ στόρεσαν : ἐκ δὲ ξείνους ἄγε κῆρυξ.
οἱ μὲν ἄρ᾽ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο,
Τηλέμαχός θ᾽ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός:
Ἀτρεΐδης δὲ καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,
305
πὰρ δ᾽ Ἑλένη τανύπεπλος ἐλέξατο , δῖα γυναικῶν.
ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
ὤρνυτ᾽ ἄρ᾽ ἐξ εὐνῆφι βοὴν ἀγαθὸς Μενέλαος
εἵματα ἑσσάμενος , περὶ δὲ ξίφος ὀξὺ θέτ᾽ ὤμῳ,
ποσσὶ δ᾽ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
310
βῆ δ᾽ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην,
Τηλεμάχῳ δὲ παρῖζεν , ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν:
τίπτε δέ σε χρειὼ δεῦρ᾽ ἤγαγε , Τηλέμαχ᾽ ἥρως,
ἐς Λακεδαίμονα δῖαν , ἐπ᾽ εὐρέα νῶτα θαλάσσης;
δήμιον ἴδιον ; τόδε μοι νημερτὲς ἐνίσπες.”
315
τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
Ἀτρεΐδη Μενέλαε διοτρεφές , ὄρχαμε λαῶν,
ἤλυθον , εἴ τινά μοι κληηδόνα πατρὸς ἐνίσποις.
ἐσθίεταί μοι οἶκος , ὄλωλε δὲ πίονα ἔργα,
δυσμενέων δ᾽ ἀνδρῶν πλεῖος δόμος , οἵ τέ μοι αἰεὶ
320
μῆλ᾽ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς,
μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες.
τοὔνεκα νῦν τὰ σὰ γούναθ᾽ ἱκάνομαι , αἴ κ᾽ ἐθέλῃσθα
κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν , εἴ που ὄπωπας
ὀφθαλμοῖσι τεοῖσιν ἄλλου μῦθον ἄκουσας
325
πλαζομένου : περὶ γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.
μηδέ τί μ᾽ αἰδόμενος μειλίσσεο μηδ᾽ ἐλεαίρων,
ἀλλ᾽ εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.
λίσσομαι , εἴ ποτέ τοί τι πατὴρ ἐμός , ἐσθλὸς Ὀδυσσεὺς
ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε
330
δήμῳ ἔνι Τρώων , ὅθι πάσχετε πήματ᾽ Ἀχαιοί,