Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
πνείοντες φαίνονθ᾽ ἁλιαέες , οἵ ῥά τε νηῶν
πομπῆες γίγνονται ἐπ᾽ εὐρέα νῶτα θαλάσσης.
καί νύ κεν ἤια πάντα κατέφθιτο καὶ μένε᾽ ἀνδρῶν,
εἰ μή τίς με θεῶν ὀλοφύρατο καί μ᾽ ἐσάωσε,
365
Πρωτέος ἰφθίμου θυγάτηρ ἁλίοιο γέροντος,
Εἰδοθέη : τῇ γάρ ῥα μάλιστά γε θυμὸν ὄρινα.
μ᾽ οἴῳ ἔρροντι συνήντετο νόσφιν ἑταίρων:
αἰεὶ γὰρ περὶ νῆσον ἀλώμενοι ἰχθυάασκον
γναμπτοῖς ἀγκίστροισιν , ἔτειρε δὲ γαστέρα λιμός.
370
δέ μευ ἄγχι στᾶσα ἔπος φάτο φώνησέν τε:
“‘νήπιός εἰς , ξεῖνε , λίην τόσον ἠδὲ χαλίφρων,
ἦε ἑκὼν μεθίεις καὶ τέρπεαι ἄλγεα πάσχων;
ὡς δὴ δήθ᾽ ἐνὶ νήσῳ ἐρύκεαι , οὐδέ τι τέκμωρ
εὑρέμεναι δύνασαι , μινύθει δέ τοι ἦτορ ἑταίρων.’”
375
ὣς ἔφατ᾽ , αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον:
ἐκ μέν τοι ἐρέω , τις σύ πέρ ἐσσι θεάων,
ὡς ἐγὼ οὔ τι ἑκὼν κατερύκομαι , ἀλλά νυ μέλλω
ἀθανάτους ἀλιτέσθαι , οἳ οὐρανὸν εὐρὺν ἔχουσιν.
ἀλλὰ σύ πέρ μοι εἰπέ , θεοὶ δέ τε πάντα ἴσασιν,
380
ὅς τίς μ᾽ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου,
νόστον θ᾽ , ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.’
ὣς ἐφάμην , δ᾽ αὐτίκ᾽ ἀμείβετο δῖα θεάων:
τοιγὰρ ἐγώ τοι , ξεῖνε , μάλ᾽ ἀτρεκέως ἀγορεύσω.
πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτὴς
385
ἀθάνατος Πρωτεὺς Αἰγύπτιος , ὅς τε θαλάσσης
πάσης βένθεα οἶδε , Ποσειδάωνος ὑποδμώς:
τὸν δέ τ᾽ ἐμόν φασιν πατέρ᾽ ἔμμεναι ἠδὲ τεκέσθαι.
τόν γ᾽ εἴ πως σὺ δύναιο λοχησάμενος λελαβέσθαι,
ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου
390
νόστον θ᾽ , ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.