Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
καὶ δέ κέ τοι εἴπῃσι , διοτρεφές , αἴ κ᾽ ἐθέλῃσθα,
ὅττι τοι ἐν μεγάροισι κακόν τ᾽ ἀγαθόν τε τέτυκται
οἰχομένοιο σέθεν δολιχὴν ὁδὸν ἀργαλέην τε.’
ὣς ἔφατ᾽ , αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον:
395
αὐτὴ νῦν φράζευ σὺ λόχον θείοιο γέροντος,
μή πώς με προϊδὼν ἠὲ προδαεὶς ἀλέηται:
ἀργαλέος γάρ τ᾽ ἐστὶ θεὸς βροτῷ ἀνδρὶ δαμῆναι.’
ὣς ἐφάμην , δ᾽ αὐτίκ᾽ ἀμείβετο δῖα θεάων:
τοιγὰρ ἐγώ τοι , ξεῖνε , μάλ᾽ ἀτρεκέως ἀγορεύσω.
400
ἦμος δ᾽ ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκῃ,
τῆμος ἄρ᾽ ἐξ ἁλὸς εἶσι γέρων ἅλιος νημερτὴς
πνοιῇ ὕπο Ζεφύροιο μελαίνῃ φρικὶ καλυφθείς,
ἐκ δ᾽ ἐλθὼν κοιμᾶται ὑπὸ σπέσσι γλαφυροῖσιν:
ἀμφὶ δέ μιν φῶκαι νέποδες καλῆς ἁλοσύδνης
405
ἁθρόαι εὕδουσιν , πολιῆς ἁλὸς ἐξαναδῦσαι,
πικρὸν ἀποπνείουσαι ἁλὸς πολυβενθέος ὀδμήν.
ἔνθα σ᾽ ἐγὼν ἀγαγοῦσα ἅμ᾽ ἠοῖ φαινομένηφιν
εὐνάσω ἑξείης : σὺ δ᾽ ἐὺ κρίνασθαι ἑταίρους
τρεῖς , οἵ τοι παρὰ νηυσὶν ἐυσσέλμοισιν ἄριστοι.
410
πάντα δέ τοι ἐρέω ὀλοφώια τοῖο γέροντος.
φώκας μέν τοι πρῶτον ἀριθμήσει καὶ ἔπεισιν:
αὐτὰρ ἐπὴν πάσας πεμπάσσεται ἠδὲ ἴδηται,
λέξεται ἐν μέσσῃσι νομεὺς ὣς πώεσι μήλων.
τὸν μὲν ἐπὴν δὴ πρῶτα κατευνηθέντα ἴδησθε,
415
καὶ τότ᾽ ἔπειθ᾽ ὑμῖν μελέτω κάρτος τε βίη τε,
αὖθι δ᾽ ἔχειν μεμαῶτα καὶ ἐσσύμενόν περ ἀλύξαι.
πάντα δὲ γιγνόμενος πειρήσεται , ὅσσ᾽ ἐπὶ γαῖαν
ἑρπετὰ γίγνονται , καὶ ὕδωρ καὶ θεσπιδαὲς πῦρ:
ὑμεῖς δ᾽ ἀστεμφέως ἐχέμεν μᾶλλόν τε πιέζειν.
420
ἀλλ᾽ ὅτε κεν δή σ᾽ αὐτὸς ἀνείρηται ἐπέεσσι,