Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τοῖος ἐὼν οἷόν κε κατευνηθέντα ἴδησθε,
καὶ τότε δὴ σχέσθαι τε βίης λῦσαί τε γέροντα,
ἥρως , εἴρεσθαι δέ , θεῶν ὅς τίς σε χαλέπτει,
νόστον θ᾽ , ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.’
425
ὣς εἰποῦσ᾽ ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.
αὐτὰρ ἐγὼν ἐπὶ νῆας , ὅθ᾽ ἕστασαν ἐν ψαμάθοισιν,
ἤια : πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.
αὐτὰρ ἐπεί ῥ᾽ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
δόρπον θ᾽ ὁπλισάμεσθ᾽ , ἐπί τ᾽ ἤλυθεν ἀμβροσίη νύξ:
430
δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
καὶ τότε δὴ παρὰ θῖνα θαλάσσης εὐρυπόροιο
ἤια πολλὰ θεοὺς γουνούμενος : αὐτὰρ ἑταίρους
τρεῖς ἄγον , οἷσι μάλιστα πεποίθεα πᾶσαν ἐπ᾽ ἰθύν.
435
τόφρα δ᾽ ἄρ᾽ γ᾽ ὑποδῦσα θαλάσσης εὐρέα κόλπον
τέσσαρα φωκάων ἐκ πόντου δέρματ᾽ ἔνεικε:
πάντα δ᾽ ἔσαν νεόδαρτα : δόλον δ᾽ ἐπεμήδετο πατρί.
εὐνὰς δ᾽ ἐν ψαμάθοισι διαγλάψασ᾽ ἁλίῃσιν
ἧστο μένουσ᾽ : ἡμεῖς δὲ μάλα σχεδὸν ἤλθομεν αὐτῆς:
440
ἑξείης δ᾽ εὔνησε , βάλεν δ᾽ ἐπὶ δέρμα ἑκάστῳ.
ἔνθα κεν αἰνότατος λόχος ἔπλετο : τεῖρε γὰρ αἰνῶς
φωκάων ἁλιοτρεφέων ὀλοώτατος ὀδμή:
τίς γάρ κ᾽ εἰναλίῳ παρὰ κήτεϊ κοιμηθείη;
ἀλλ᾽ αὐτὴ ἐσάωσε καὶ ἐφράσατο μέγ᾽ ὄνειαρ:
445
ἀμβροσίην ὑπὸ ῥῖνα ἑκάστῳ θῆκε φέρουσα
ἡδὺ μάλα πνείουσαν , ὄλεσσε δὲ κήτεος ὀδμήν.
πᾶσαν δ᾽ ἠοίην μένομεν τετληότι θυμῷ:
φῶκαι δ᾽ ἐξ ἁλὸς ἦλθον ἀολλέες . αἱ μὲν ἔπειτα
ἑξῆς εὐνάζοντο παρὰ ῥηγμῖνι θαλάσσης:
450
ἔνδιος δ᾽ γέρων ἦλθ᾽ ἐξ ἁλός , εὗρε δὲ φώκας