Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ζατρεφέας , πάσας δ᾽ ἄρ᾽ ἐπῴχετο , λέκτο δ᾽ ἀριθμόν:
ἐν δ᾽ ἡμέας πρώτους λέγε κήτεσιν , οὐδέ τι θυμῷ
ὠΐσθη δόλον εἶναι : ἔπειτα δὲ λέκτο καὶ αὐτός.
ἡμεῖς δὲ ἰάχοντες ἐπεσσύμεθ᾽ , ἀμφὶ δὲ χεῖρας
455
βάλλομεν : οὐδ᾽ γέρων δολίης ἐπελήθετο τέχνης,
ἀλλ᾽ τοι πρώτιστα λέων γένετ᾽ ἠυγένειος,
αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς:
γίγνετο δ᾽ ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον:
ἡμεῖς δ᾽ ἀστεμφέως ἔχομεν τετληότι θυμῷ.
460
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἀνίαζ᾽ γέρων ὀλοφώια εἰδώς,
καὶ τότε δή μ᾽ ἐπέεσσιν ἀνειρόμενος προσέειπε:
“‘τίς νύ τοι , Ἀτρέος υἱέ , θεῶν συμφράσσατο βουλάς,
ὄφρα μ᾽ ἕλοις ἀέκοντα λοχησάμενος ; τέο σε χρή;’
ὣς ἔφατ᾽ , αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον:
465
οἶσθα , γέρον , τί με ταῦτα παρατροπέων ἐρεείνεις;
ὡς δὴ δήθ᾽ ἐνὶ νήσῳ ἐρύκομαι , οὐδέ τι τέκμωρ
εὑρέμεναι δύναμαι , μινύθει δέ μοι ἔνδοθεν ἦτορ.
ἀλλὰ σύ πέρ μοι εἰπέ , θεοὶ δέ τε πάντα ἴσασιν,
ὅς τίς μ᾽ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου,
470
νόστον θ᾽ , ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.’
ὣς ἐφάμην , δέ μ᾽ αὐτίκ᾽ ἀμειβόμενος προσέειπεν:
ἀλλὰ μάλ᾽ ὤφελλες Διί τ᾽ ἄλλοισίν τε θεοῖσι
ῥέξας ἱερὰ κάλ᾽ ἀναβαινέμεν , ὄφρα τάχιστα
σὴν ἐς πατρίδ᾽ ἵκοιο πλέων ἐπὶ οἴνοπα πόντον.
475
οὐ γάρ τοι πρὶν μοῖρα φίλους τ᾽ ἰδέειν καὶ ἱκέσθαι
οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν,
πρίν γ᾽ ὅτ᾽ ἂν Αἰγύπτοιο , διιπετέος ποταμοῖο,
αὖτις ὕδωρ ἔλθῃς ῥέξῃς θ᾽ ἱερὰς ἑκατόμβας
ἀθανάτοισι θεοῖσι , τοὶ οὐρανὸν εὐρὺν ἔχουσι:
480
καὶ τότε τοι δώσουσιν ὁδὸν θεοί , ἣν σὺ μενοινᾷς.’