Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὣς ἔφατ᾽ , αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ,
οὕνεκά μ᾽ αὖτις ἄνωγεν ἐπ᾽ ἠεροειδέα πόντον
Αἴγυπτόνδ᾽ ἰέναι , δολιχὴν ὁδὸν ἀργαλέην τε.
ἀλλὰ καὶ ὣς μύθοισιν ἀμειβόμενος προσέειπον:
485
“‘ταῦτα μὲν οὕτω δὴ τελέω , γέρον , ὡς σὺ κελεύεις.
ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
πάντες σὺν νηυσὶν ἀπήμονες ἦλθον Ἀχαιοί,
οὓς Νέστωρ καὶ ἐγὼ λίπομεν Τροίηθεν ἰόντες,
ἦέ τις ὤλετ᾽ ὀλέθρῳ ἀδευκέι ἧς ἐπὶ νηὸς
490
ἠὲ φίλων ἐν χερσίν , ἐπεὶ πόλεμον τολύπευσεν’.
ὣς ἐφάμην , δέ μ᾽ αὐτίκ᾽ ἀμειβόμενος προσέειπεν:
Ἀτρεΐδη , τί με ταῦτα διείρεαι ; οὐδέ τί σε χρὴ
ἴδμεναι , οὐδὲ δαῆναι ἐμὸν νόον : οὐδέ σέ φημι
δὴν ἄκλαυτον ἔσεσθαι , ἐπὴν ἐὺ πάντα πύθηαι.
495
πολλοὶ μὲν γὰρ τῶν γε δάμεν , πολλοὶ δὲ λίποντο:
ἀρχοὶ δ᾽ αὖ δύο μοῦνοι Ἀχαιῶν χαλκοχιτώνων
ἐν νόστῳ ἀπόλοντο : μάχῃ δέ τε καὶ σὺ παρῆσθα.
εἷς δ᾽ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ.
Αἴας μὲν μετὰ νηυσὶ δάμη δολιχηρέτμοισι.
500
Γυρῇσίν μιν πρῶτα Ποσειδάων ἐπέλασσεν
πέτρῃσιν μεγάλῃσι καὶ ἐξεσάωσε θαλάσσης:
καί νύ κεν ἔκφυγε κῆρα καὶ ἐχθόμενός περ Ἀθήνῃ,
εἰ μὴ ὑπερφίαλον ἔπος ἔκβαλε καὶ μέγ᾽ ἀάσθη:
φῆ ῥ᾽ ἀέκητι θεῶν φυγέειν μέγα λαῖτμα θαλάσσης.
505
τοῦ δὲ Ποσειδάων μεγάλ᾽ ἔκλυεν αὐδήσαντος:
αὐτίκ᾽ ἔπειτα τρίαιναν ἑλὼν χερσὶ στιβαρῇσιν
ἤλασε Γυραίην πέτρην , ἀπὸ δ᾽ ἔσχισεν αὐτήν:
καὶ τὸ μὲν αὐτόθι μεῖνε , τὸ δὲ τρύφος ἔμπεσε πόντῳ,
τῷ ῥ᾽ Αἴας τὸ πρῶτον ἐφεζόμενος μέγ᾽ ἀάσθη:
510
τὸν δ᾽ ἐφόρει κατὰ πόντον ἀπείρονα κυμαίνοντα.