Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὣς μὲν ἔνθ᾽ ἀπόλωλεν , ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ.
“‘σὸς δέ που ἔκφυγε κῆρας ἀδελφεὸς ἠδ᾽ ὑπάλυξεν
ἐν νηυσὶ γλαφυρῇσι : σάωσε δὲ πότνια Ἥρη.
ἀλλ᾽ ὅτε δὴ τάχ᾽ ἔμελλε Μαλειάων ὄρος αἰπὺ
515
ἵξεσθαι , τότε δή μιν ἀναρπάξασα θύελλα
πόντον ἐπ᾽ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα,
ἀγροῦ ἐπ᾽ ἐσχατιήν , ὅθι δώματα ναῖε Θυέστης
τὸ πρίν , ἀτὰρ τότ᾽ ἔναιε Θυεστιάδης Αἴγισθος.
ἀλλ᾽ ὅτε δὴ καὶ κεῖθεν ἐφαίνετο νόστος ἀπήμων,
520
ἂψ δὲ θεοὶ οὖρον στρέψαν , καὶ οἴκαδ᾽ ἵκοντο,
τοι μὲν χαίρων ἐπεβήσετο πατρίδος αἴης
καὶ κύνει ἁπτόμενος ἣν πατρίδα : πολλὰ δ᾽ ἀπ᾽ αὐτοῦ
δάκρυα θερμὰ χέοντ᾽ , ἐπεὶ ἀσπασίως ἴδε γαῖαν.
τὸν δ᾽ ἄρ᾽ ἀπὸ σκοπιῆς εἶδε σκοπός , ὅν ῥα καθεῖσεν
525
Αἴγισθος δολόμητις ἄγων , ὑπὸ δ᾽ ἔσχετο μισθὸν
χρυσοῦ δοιὰ τάλαντα : φύλασσε δ᾽ γ᾽ εἰς ἐνιαυτόν,
μή λάθοι παριών , μνήσαιτο δὲ θούριδος ἀλκῆς.
βῆ δ᾽ ἴμεν ἀγγελέων πρὸς δώματα ποιμένι λαῶν.
αὐτίκα δ᾽ Αἴγισθος δολίην ἐφράσσατο τέχνην:
530
κρινάμενος κατὰ δῆμον ἐείκοσι φῶτας ἀρίστους
εἷσε λόχον , ἑτέρωθι δ᾽ ἀνώγει δαῖτα πένεσθαι.
αὐτὰρ βῆ καλέων Ἀγαμέμνονα , ποιμένα λαῶν
ἵπποισιν καὶ ὄχεσφιν , ἀεικέα μερμηρίζων.
τὸν δ᾽ οὐκ εἰδότ᾽ ὄλεθρον ἀνήγαγε καὶ κατέπεφνεν
535
δειπνίσσας , ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.
οὐδέ τις Ἀτρεΐδεω ἑτάρων λίπεθ᾽ οἵ οἱ ἕποντο,
οὐδέ τις Αἰγίσθου , ἀλλ᾽ ἔκταθεν ἐν μεγάροισιν’.
ὣς ἔφατ᾽ , αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ,
κλαῖον δ᾽ ἐν ψαμάθοισι καθήμενος , οὐδέ νύ μοι κῆρ
540
ἤθελ᾽ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.