Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἵππους δ᾽ εἰς Ἰθάκην οὐκ ἄξομαι , ἀλλὰ σοὶ αὐτῷ
ἐνθάδε λείψω ἄγαλμα : σὺ γὰρ πεδίοιο ἀνάσσεις
εὐρέος , ἔνι μὲν λωτὸς πολύς , ἐν δὲ κύπειρον
πυροί τε ζειαί τε ἰδ᾽ εὐρυφυὲς κρῖ λευκόν.
605
ἐν δ᾽ Ἰθάκῃ οὔτ᾽ ἂρ δρόμοι εὐρέες οὔτε τι λειμών:
αἰγίβοτος , καὶ μᾶλλον ἐπήρατος ἱπποβότοιο.
οὐ γάρ τις νήσων ἱππήλατος οὐδ᾽ ἐυλείμων,
αἵ θ᾽ ἁλὶ κεκλίαται : Ἰθάκη δέ τε καὶ περὶ πασέων.”
ὣς φάτο , μείδησεν δὲ βοὴν ἀγαθὸς Μενέλαος,
610
χειρί τέ μιν κατέρεξεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν:
αἵματός εἰς ἀγαθοῖο , φίλον τέκος , οἷ᾽ ἀγορεύεις:
τοιγὰρ ἐγώ τοι ταῦτα μεταστήσω : δύναμαι γάρ.
δώρων δ᾽ ὅσσ᾽ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,
δώσω κάλλιστον καὶ τιμηέστατόν ἐστιν:
615
δώσω τοι κρητῆρα τετυγμένον : ἀργύρεος δὲ
ἔστιν ἅπας , χρυσῷ δ᾽ χείλεα κεκράανται,
ἔργον δ᾽ Ἡφαίστοιο . πόρεν δέ Φαίδιμος ἥρως,
Σιδονίων βασιλεύς , ὅθ᾽ ἑὸς δόμος ἀμφεκάλυψε
κεῖσέ με νοστήσαντα : τεῒν δ᾽ ἐθέλω τόδ᾽ ὀπάσσαι.”
620
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
δαιτυμόνες δ᾽ ἐς δώματ᾽ ἴσαν θείου βασιλῆος.
οἱ δ᾽ ἦγον μὲν μῆλα , φέρον δ᾽ ἐυήνορα οἶνον:
σῖτον δέ σφ᾽ ἄλοχοι καλλικρήδεμνοι ἔπεμπον.
ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο.
625
μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο
δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες
ἐν τυκτῷ δαπέδῳ , ὅθι περ πάρος , ὕβριν ἔχοντες.
Ἀντίνοος δὲ καθῆστο καὶ Εὐρύμαχος θεοειδής,
ἀρχοὶ μνηστήρων , ἀρετῇ δ᾽ ἔσαν ἔξοχ᾽ ἄριστοι.
630
τοῖς δ᾽ υἱὸς Φρονίοιο Νοήμων ἐγγύθεν ἐλθὼν