Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
δείπνου πασσαμένω εἰρησόμεθ᾽ , οἵ τινές ἐστον
ἀνδρῶν : οὐ γὰρ σφῷν γε γένος ἀπόλωλε τοκήων,
ἀλλ᾽ ἀνδρῶν γένος ἐστὲ διοτρεφέων βασιλήων
σκηπτούχων , ἐπεὶ οὔ κε κακοὶ τοιούσδε τέκοιεν.”
65
ὣς φάτο , καί σφιν νῶτα βοὸς παρὰ πίονα θῆκεν
ὄπτ᾽ ἐν χερσὶν ἑλών , τά ῥά οἱ γέρα πάρθεσαν αὐτῷ.
οἱ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
δὴ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν,
70
ἄγχι σχὼν κεφαλήν , ἵνα μὴ πευθοίαθ᾽ οἱ ἄλλοι:
φράζεο , Νεστορίδη , τῷ ἐμῷ κεχαρισμένε θυμῷ,
χαλκοῦ τε στεροπὴν κὰδ δώματα ἠχήεντα
χρυσοῦ τ᾽ ἠλέκτρου τε καὶ ἀργύρου ἠδ᾽ ἐλέφαντος.
Ζηνός που τοιήδε γ᾽ Ὀλυμπίου ἔνδοθεν αὐλή,
75
ὅσσα τάδ᾽ ἄσπετα πολλά : σέβας μ᾽ ἔχει εἰσορόωντα.”
τοῦ δ᾽ ἀγορεύοντος ξύνετο ξανθὸς Μενέλαος,
καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα:
τέκνα φίλ᾽ , τοι Ζηνὶ βροτῶν οὐκ ἄν τις ἐρίζοι:
ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματ᾽ ἔασιν:
80
ἀνδρῶν δ᾽ κέν τίς μοι ἐρίσσεται , ἠὲ καὶ οὐκί,
κτήμασιν . γὰρ πολλὰ παθὼν καὶ πόλλ᾽ ἐπαληθεὶς
ἠγαγόμην ἐν νηυσὶ καὶ ὀγδοάτῳ ἔτει ἦλθον,
Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθείς,
Αἰθίοπάς θ᾽ ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβοὺς
85
καὶ Λιβύην , ἵνα τ᾽ ἄρνες ἄφαρ κεραοὶ τελέθουσι.
τρὶς γὰρ τίκτει μῆλα τελεσφόρον εἰς ἐνιαυτόν.
ἔνθα μὲν οὔτε ἄναξ ἐπιδευὴς οὔτε τι ποιμὴν
τυροῦ καὶ κρειῶν οὐδὲ γλυκεροῖο γάλακτος,
ἀλλ᾽ αἰεὶ παρέχουσιν ἐπηετανὸν γάλα θῆσθαι.
90
ἧος ἐγὼ περὶ κεῖνα πολὺν βίοτον συναγείρων