Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Ἀντίνοον μύθοισιν ἀνειρόμενος προσέειπεν:
Ἀντίνο᾽ , ῥά τι ἴδμεν ἐνὶ φρεσίν , ἦε καὶ οὐκί,
ὁππότε Τηλέμαχος νεῖτ᾽ ἐκ Πύλου ἠμαθόεντος;
νῆά μοι οἴχετ᾽ ἄγων : ἐμὲ δὲ χρεὼ γίγνεται αὐτῆς
635
Ἤλιδ᾽ ἐς εὐρύχορον διαβήμεναι , ἔνθα μοι ἵπποι
δώδεκα θήλειαι , ὑπὸ δ᾽ ἡμίονοι ταλαεργοὶ
ἀδμῆτες : τῶν κέν τιν᾽ ἐλασσάμενος δαμασαίμην.”
ὣς ἔφαθ᾽ , οἱ δ᾽ ἀνὰ θυμὸν ἐθάμβεον : οὐ γὰρ ἔφαντο
ἐς Πύλον οἴχεσθαι Νηλήιον , ἀλλά που αὐτοῦ
640
ἀγρῶν μήλοισι παρέμμεναι ἠὲ συβώτη.
τὸν δ᾽ αὖτ᾽ Ἀντίνοος προσέφη Εὐπείθεος υἱός:
νημερτές μοι ἔνισπε , πότ᾽ ᾤχετο καὶ τίνες αὐτῷ
κοῦροι ἕποντ᾽ ; Ἰθάκης ἐξαίρετοι , ἑοὶ αὐτοῦ
θῆτές τε δμῶές τε ; δύναιτό κε καὶ τὸ τελέσσαι.
645
καί μοι τοῦτ᾽ ἀγόρευσον ἐτήτυμον , ὄφρ᾽ ἐὺ εἰδῶ,
σε βίῃ ἀέκοντος ἀπηύρα νῆα μέλαιναν,
ἦε ἑκών οἱ δῶκας , ἐπεὶ προσπτύξατο μύθῳ.”
τὸν δ᾽ υἱὸς Φρονίοιο Νοήμων ἀντίον ηὔδα:
αὐτὸς ἑκών οἱ δῶκα : τί κεν ῥέξειε καὶ ἄλλος,
650
ὁππότ᾽ ἀνὴρ τοιοῦτος ἔχων μελεδήματα θυμῷ
αἰτίζῃ ; χαλεπόν κεν ἀνήνασθαι δόσιν εἴη.
κοῦροι δ᾽ , οἳ κατὰ δῆμον ἀριστεύουσι μεθ᾽ ἡμέας,
οἵ οἱ ἕποντ᾽ : ἐν δ᾽ ἀρχὸν ἐγὼ βαίνοντ᾽ ἐνόησα
Μέντορα , ἠὲ θεόν , τῷ δ᾽ αὐτῷ πάντα ἐῴκει.
655
ἀλλὰ τὸ θαυμάζω : ἴδον ἐνθάδε Μέντορα δῖον
χθιζὸν ὑπηοῖον , τότε δ᾽ ἔμβη νηὶ Πύλονδε.”
ὣς ἄρα φωνήσας ἀπέβη πρὸς δώματα πατρός,
τοῖσιν δ᾽ ἀμφοτέροισιν ἀγάσσατο θυμὸς ἀγήνωρ.
μνηστῆρας δ᾽ ἄμυδις κάθισαν καὶ παῦσαν ἀέθλων.
660
τοῖσιν δ᾽ Ἀντίνοος μετέφη Εὐπείθεος υἱός,