Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἀχνύμενος : μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι
πίμπλαντ᾽ , ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐίκτην:
πόποι , μέγα ἔργον ὑπερφιάλως ἐτελέσθη
Τηλεμάχῳ ὁδὸς ἥδε : φάμεν δέ οἱ οὐ τελέεσθαι.
665
ἐκ τοσσῶνδ᾽ ἀέκητι νέος πάϊς οἴχεται αὔτως
νῆα ἐρυσσάμενος , κρίνας τ᾽ ἀνὰ δῆμον ἀρίστους.
ἄρξει καὶ προτέρω κακὸν ἔμμεναι : ἀλλά οἱ αὐτῷ
Ζεὺς ὀλέσειε βίην , πρὶν ἥβης μέτρον ἱκέσθαι.
ἀλλ᾽ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσ᾽ ἑταίρους,
670
ὄφρα μιν αὐτὸν ἰόντα λοχήσομαι ἠδὲ φυλάξω
ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,
ὡς ἂν ἐπισμυγερῶς ναυτίλλεται εἵνεκα πατρός.”
ὣς ἔφαθ᾽ , οἱ δ᾽ ἄρα πάντες ἐπῄνεον ἠδ᾽ ἐκέλευον.
αὐτίκ᾽ ἔπειτ᾽ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος.
675
οὐδ᾽ ἄρα Πηνελόπεια πολὺν χρόνον ἦεν ἄπυστος
μύθων , οὓς μνηστῆρες ἐνὶ φρεσὶ βυσσοδόμευον:
κῆρυξ γάρ οἱ ἔειπε Μέδων , ὃς ἐπεύθετο βουλὰς
αὐλῆς ἐκτὸς ἐών : οἱ δ᾽ ἔνδοθι μῆτιν ὕφαινον.
βῆ δ᾽ ἴμεν ἀγγελέων διὰ δώματα Πηνελοπείῃ:
680
τὸν δὲ κατ᾽ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια:
κῆρυξ , τίπτε δέ σε πρόεσαν μνηστῆρες ἀγαυοί;
εἰπέμεναι δμῳῇσιν Ὀδυσσῆος θείοιο
ἔργων παύσασθαι , σφίσι δ᾽ αὐτοῖς δαῖτα πένεσθαι;
μὴ μνηστεύσαντες μηδ᾽ ἄλλοθ᾽ ὁμιλήσαντες
685
ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν:
οἳ θάμ᾽ ἀγειρόμενοι βίοτον κατακείρετε πολλόν,
κτῆσιν Τηλεμάχοιο δαΐφρονος : οὐδέ τι πατρῶν
ὑμετέρων τὸ πρόσθεν ἀκούετε , παῖδες ἐόντες,
οἷος Ὀδυσσεὺς ἔσκε μεθ᾽ ὑμετέροισι τοκεῦσιν,
690
οὔτε τινὰ ῥέξας ἐξαίσιον οὔτε τι εἰπὼν