Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἐν δήμῳ , τ᾽ ἐστὶ δίκη θείων βασιλήων:
ἄλλον κ᾽ ἐχθαίρῃσι βροτῶν , ἄλλον κε φιλοίη.
κεῖνος δ᾽ οὔ ποτε πάμπαν ἀτάσθαλον ἄνδρα ἐώργει.
ἀλλ᾽ μὲν ὑμέτερος θυμὸς καὶ ἀεικέα ἔργα
695
φαίνεται , οὐδέ τίς ἐστι χάρις μετόπισθ᾽ ἐυεργέων.”
τὴν δ᾽ αὖτε προσέειπε Μέδων πεπνυμένα εἰδώς:
αἲ γὰρ δή , βασίλεια , τόδε πλεῖστον κακὸν εἴη.
ἀλλὰ πολὺ μεῖζόν τε καὶ ἀργαλεώτερον ἄλλο
μνηστῆρες φράζονται , μὴ τελέσειε Κρονίων:
700
Τηλέμαχον μεμάασι κατακτάμεν ὀξέι χαλκῷ
οἴκαδε νισόμενον : δ᾽ ἔβη μετὰ πατρὸς ἀκουὴν
ἐς Πύλον ἠγαθέην ἠδ᾽ ἐς Λακεδαίμονα δῖαν.”
ὣς φάτο , τῆς δ᾽ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,
δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε : τὼ δέ οἱ ὄσσε
705
δακρυόφι πλῆσθεν , θαλερὴ δέ οἱ ἔσχετο φωνή.
ὀψὲ δὲ δή μιν ἔπεσσιν ἀμειβομένη προσέειπε:
κῆρυξ , τίπτε δέ μοι πάϊς οἴχεται ; οὐδέ τί μιν χρεὼ
νηῶν ὠκυπόρων ἐπιβαινέμεν , αἵ θ᾽ ἁλὸς ἵπποι
ἀνδράσι γίγνονται , περόωσι δὲ πουλὺν ἐφ᾽ ὑγρήν.
710
ἵνα μηδ᾽ ὄνομ᾽ αὐτοῦ ἐν ἀνθρώποισι λίπηται;”
τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα Μέδων πεπνυμένα εἰδώς:
οὐκ οἶδ᾽ τίς μιν θεὸς ὤρορεν , ἦε καὶ αὐτοῦ
θυμὸς ἐφωρμήθη ἴμεν ἐς Πύλον , ὄφρα πύθηται
πατρὸς ἑοῦ νόστον ὅν τινα πότμον ἐπέσπεν.”
715
ὣς ἄρα φωνήσας ἀπέβη κατὰ δῶμ᾽ Ὀδυσῆος.
τὴν δ᾽ ἄχος ἀμφεχύθη θυμοφθόρον , οὐδ᾽ ἄρ᾽ ἔτ᾽ ἔτλη
δίφρῳ ἐφέζεσθαι πολλῶν κατὰ οἶκον ἐόντων,
ἀλλ᾽ ἄρ᾽ ἐπ᾽ οὐδοῦ ἷζε πολυκμήτου θαλάμοιο
οἴκτρ᾽ ὀλοφυρομένη : περὶ δὲ δμῳαὶ μινύριζον
720
πᾶσαι , ὅσαι κατὰ δώματ᾽ ἔσαν νέαι ἠδὲ παλαιαί.