Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τῇς δ᾽ ἁδινὸν γοόωσα μετηύδα Πηνελόπεια:
κλῦτε , φίλαι : πέρι γάρ μοι Ὀλύμπιος ἄλγε᾽ ἔδωκεν
ἐκ πασέων , ὅσσαι μοι ὁμοῦ τράφεν ἠδ᾽ ἐγένοντο:
πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,
725
παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,
ἐσθλόν , τοῦ κλέος εὐρὺ καθ᾽ Ἑλλάδα καὶ μέσον Ἄργος.
νῦν αὖ παῖδ᾽ ἀγαπητὸν ἀνηρείψαντο θύελλαι
ἀκλέα ἐκ μεγάρων , οὐδ᾽ ὁρμηθέντος ἄκουσα.
σχέτλιαι , οὐδ᾽ ὑμεῖς περ ἐνὶ φρεσὶ θέσθε ἑκάστη
730
ἐκ λεχέων μ᾽ ἀνεγεῖραι , ἐπιστάμεναι σάφα θυμῷ,
ὁππότ᾽ ἐκεῖνος ἔβη κοίλην ἐπὶ νῆα μέλαιναν.
εἰ γὰρ ἐγὼ πυθόμην ταύτην ὁδὸν ὁρμαίνοντα,
τῷ κε μάλ᾽ κεν ἔμεινε καὶ ἐσσύμενός περ ὁδοῖο,
κέ με τεθνηκυῖαν ἐνὶ μεγάροισιν ἔλειπεν.
735
ἀλλά τις ὀτρηρῶς Δολίον καλέσειε γέροντα,
δμῶ᾽ ἐμόν , ὅν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,
καί μοι κῆπον ἔχει πολυδένδρεον , ὄφρα τάχιστα
Λαέρτῃ τάδε πάντα παρεζόμενος καταλέξῃ,
εἰ δή πού τινα κεῖνος ἐνὶ φρεσὶ μῆτιν ὑφήνας
740
ἐξελθὼν λαοῖσιν ὀδύρεται , οἳ μεμάασιν
ὃν καὶ Ὀδυσσῆος φθῖσαι γόνον ἀντιθέοιο.”
τὴν δ᾽ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια:
νύμφα φίλη , σὺ μὲν ἄρ με κατάκτανε νηλέι χαλκῷ
ἔα ἐν μεγάρῳ : μῦθον δέ τοι οὐκ ἐπικεύσω.
745
ᾔδε᾽ ἐγὼ τάδε πάντα , πόρον δέ οἱ ὅσσ᾽ ἐκέλευε,
σῖτον καὶ μέθυ ἡδύ : ἐμεῦ δ᾽ ἕλετο μέγαν ὅρκον
μὴ πρὶν σοὶ ἐρέειν , πρὶν δωδεκάτην γε γενέσθαι
σ᾽ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι,
ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃς.
750
ἀλλ᾽ ὑδρηναμένη , καθαρὰ χροῒ εἵμαθ᾽ ἑλοῦσα,