Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
εἰς ὑπερῷ᾽ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν
εὔχε᾽ Ἀθηναίῃ κούρῃ Διὸς αἰγιόχοιο:
γάρ κέν μιν ἔπειτα καὶ ἐκ θανάτοιο σαώσαι.
μηδὲ γέροντα κάκου κεκακωμένον : οὐ γὰρ ὀίω
755
πάγχυ θεοῖς μακάρεσσι γονὴν Ἀρκεισιάδαο
ἔχθεσθ᾽ , ἀλλ᾽ ἔτι πού τις ἐπέσσεται ὅς κεν ἔχῃσι
δώματά θ᾽ ὑψερεφέα καὶ ἀπόπροθι πίονας ἀγρούς.”
ὣς φάτο , τῆς δ᾽ εὔνησε γόον , σχέθε δ᾽ ὄσσε γόοιο.
δ᾽ ὑδρηναμένη , καθαρὰ χροῒ εἵμαθ᾽ ἑλοῦσα
760
εἰς ὑπερῷ᾽ ἀνέβαινε σὺν ἀμφιπόλοισι γυναιξίν,
ἐν δ᾽ ἔθετ᾽ οὐλοχύτας κανέῳ , ἠρᾶτο δ᾽ Ἀθήνῃ:
κλῦθί μευ , αἰγιόχοιο Διὸς τέκος , Ἀτρυτώνη,
εἴ ποτέ τοι πολύμητις ἐνὶ μεγάροισιν Ὀδυσσεὺς
βοὸς ὄϊος κατὰ πίονα μηρί᾽ ἔκηε,
765
τῶν νῦν μοι μνῆσαι , καί μοι φίλον υἷα σάωσον,
μνηστῆρας δ᾽ ἀπάλαλκε κακῶς ὑπερηνορέοντας.”
ὣς εἰποῦσ᾽ ὀλόλυξε , θεὰ δέ οἱ ἔκλυεν ἀρῆς.
μνηστῆρες δ᾽ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα:
ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων:
770
μάλα δὴ γάμον ἄμμι πολυμνήστη βασίλεια
ἀρτύει , οὐδέ τι οἶδεν οἱ φόνος υἷι τέτυκται.”
ὣς ἄρα τις εἴπεσκε , τὰ δ᾽ οὐκ ἴσαν ὡς ἐτέτυκτο.
τοῖσιν δ᾽ Ἀντίνοος ἀγορήσατο καὶ μετέειπε:
δαιμόνιοι , μύθους μὲν ὑπερφιάλους ἀλέασθε
775
πάντας ὁμῶς , μή πού τις ἀπαγγείλῃσι καὶ εἴσω.
ἀλλ᾽ ἄγε σιγῇ τοῖον ἀναστάντες τελέωμεν
μῦθον , δὴ καὶ πᾶσιν ἐνὶ φρεσὶν ἤραρεν ἡμῖν.”
ὣς εἰπὼν ἐκρίνατ᾽ ἐείκοσι φῶτας ἀρίστους,
βὰν δ᾽ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
780
νῆα μὲν οὖν πάμπρωτον ἁλὸς βένθοσδε ἔρυσσαν,