Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
πωλέ᾽ , ἐπεὶ μάλα πολλὸν ἀπόπροθι δώματα ναίεις:
καί με κέλεαι παύσασθαι ὀιζύος ἠδ᾽ ὀδυνάων
πολλέων , αἵ μ᾽ ἐρέθουσι κατὰ φρένα καὶ κατὰ θυμόν,
πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,
815
παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,
ἐσθλόν , τοῦ κλέος εὐρὺ καθ᾽ Ἑλλάδα καὶ μέσον Ἄργος:
νῦν αὖ παῖς ἀγαπητὸς ἔβη κοίλης ἐπὶ νηός,
νήπιος , οὔτε πόνων ἐὺ εἰδὼς οὔτ᾽ ἀγοράων.
τοῦ δὴ ἐγὼ καὶ μᾶλλον ὀδύρομαι περ ἐκείνου:
820
τοῦ δ᾽ ἀμφιτρομέω καὶ δείδια , μή τι πάθῃσιν,
γε τῶν ἐνὶ δήμῳ , ἵν᾽ οἴχεται , ἐνὶ πόντῳ:
δυσμενέες γὰρ πολλοὶ ἐπ᾽ αὐτῷ μηχανόωνται,
ἱέμενοι κτεῖναι πρὶν πατρίδα γαῖαν ἱκέσθαι.”
τὴν δ᾽ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν:
825
θάρσει , μηδέ τι πάγχυ μετὰ φρεσὶ δείδιθι λίην:
τοίη γάρ οἱ πομπὸς ἅμ᾽ ἔρχεται , ἥν τε καὶ ἄλλοι
ἀνέρες ἠρήσαντο παρεστάμεναι , δύναται γάρ,
Παλλὰς Ἀθηναίη : σὲ δ᾽ ὀδυρομένην ἐλεαίρει:
νῦν με προέηκε τεῒν τάδε μυθήσασθαι.”
830
τὴν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια:
εἰ μὲν δὴ θεός ἐσσι θεοῖό τε ἔκλυες αὐδῆς,
εἰ δ᾽ ἄγε μοι καὶ κεῖνον ὀιζυρὸν κατάλεξον,
που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο,
ἤδη τέθνηκε καὶ εἰν Ἀίδαο δόμοισι.”
835
τὴν δ᾽ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν:
οὐ μέν τοι κεῖνόν γε διηνεκέως ἀγορεύσω,
ζώει γ᾽ τέθνηκε : κακὸν δ᾽ ἀνεμώλια βάζειν.”
ὣς εἰπὸν σταθμοῖο παρὰ κληῖδα λιάσθη
ἐς πνοιὰς ἀνέμων . δ᾽ ἐξ ὕπνου ἀνόρουσε
840
κούρη Ἰκαρίοιο : φίλον δέ οἱ ἦτορ ἰάνθη,